16. Antiphontis tetralogiae
Tetral. I
α
(1) ὁπόσα μὲν τῶν πραγμάτων ὑπὸ τῶν ἐπιτυχόντων ἐπιβουλεύεται, οὐ χαλεπὰ ἐλέγχεσθαί ἐστιν· ἂν δʼ οἱ ἱκανῶς μὲν πεφυκότες, ἔμπειροι δὲ πραγμάτων ὄντες, ἐν δὲ τούτῳ τῆς ἡλικίας καθεστῶτες, ἐν ᾧ κράτιστοι φρονεῖν αὐτῶν εἰσι, πράσσωσι, χαλεποὶ καὶ 5 γνωσθῆναι κἀλεγχθῆναί εἰσι. (2) διὰ γὰρ τὸ μέγεθος τοῦ κινδύνου ἐκ πολλοῦ τὴν ἀσφάλειαν ὧν ἐπιβουλεύουσι σκοποῦντες, οὐ πρότερον ἐπιχειροῦσιν ἢ πάσης ὑποψίας φυλακὴν ποιήσωνται. γιγνώσκοντας οὖν ὑμᾶς χρὴ ταῦτα, κἂν ὁτιοῦν εἰκὸς παραλάβητε, σφόδρα πιστεύειν αὐτῷ. ἡμεῖς δʼ οἱ ἐπεξερχόμενοι τὸν φόνον οὐ τὸν αἴτιον ἀφέντες 10 τὸν ἀναίτιον διώκομεν· (3) σαφῶς γὰρ οἴδαμεν, ὅτι πάσης τῆς πόλεως μιαινομένης ὑπʼ αὐτοῦ, ἕως ἂν διωχθῇ, τό τʼ ἀσέβημα ἡμέτερον γίγνεται, τῆς θʼ ὑμετέρας ἁμαρτίας ἡ ποινὴ εἰς ἡμᾶς τοὺς μὴ δικαίως διώκοντας ἀναχωρεῖ, ἅπαντος δέ τοῦ μιάσματος ἀναχωροῦντος εἰς ἡμᾶς, ὡς ἂν δυνώμεθα σαφέστατα ἐξ ὧν γιγνώσκομεν, 15 πειρασόμεθα ὑμῖν δηλοῦν, ὡς ἀπέκτεινε τὸν ἄνδρα.
... ἔχοντες γὰρ δὴ τὰ ἱμάτια ηὑρέθησαν· (4) οὐδεὶς γὰρ ἂν τὸν ἔσχατον κίνδυνον περὶ τῆς ψυχῆς κινδυνεύων ἑτοίμην καὶ κατειργασμένην τὴν ὠφέλειαν ἀφῆκεν. οὐ μὴν οὐδὲ παροινήσας οὐδεὶς διέφθειρεν αὐτόν· ἐγιγνώσκετο γὰρ ἂν ὑπὸ τῶν συμποτῶν. 20 οὐδὲ μὴν οὐδʼ ἐκ λοιδορίας· οὐ γὰρ <ἄν> ἀωρὶ τῶν νυκτῶν οὐδʼ ἐν ἐρημίᾳ ἐλοιδοροῦντο. οὐδὲ μὴν ἄλλου στοχαζόμενος ἔτυχε τούτου· οὐ γὰρ ἂν σὺν τῷ ἀκολούθῳ διέφθειρεν αὐτόν. (5) ἀπολυομένης
3 πραγμάτων N τῶν πραγμάτων A 4 πράττωσι AN corr.2 πράττουσι N pr. 5 γνωσθῆναι N corr.2,· A corr.1· γνωστῆναι N pr. διαγνωσθῆναι A pr. καὶ δειχθῆναι 8 παραλάβοιτε A 12 ὑμέτερον A pr. 14 ἕως ἂν 15 ὃς ἀπ. N corr.2 16 verba ἔχοντες γὰρ ἂν (sic) τὰ - εὑρέθησαν (sic) post ἀφῆκεν (18) AN
δὲ τῆς ὑποψίας ἁπάσης αὐτὸς ὁ θάνατος ἐξ ἐπιβουλῆς ἀποθανόντα μηνύει αὐτόν. ἐπιθέσθαι δὲ τίνα μᾶλλον εἰκός ἐστιν ἢ τὸν μεγάλα μὲν κακὰ προπεπονθότα, ἔτι δὲ μείζονα ἐπίδοξον ὄντα πάσχειν; ἔστι δʼ ὁ διωκόμενος οὗτος. (6) ἐκ παλαιοῦ γὰρ ἐχθρὸς ὢν αὐτοῦ 5 πολλὰς μὲν καὶ μεγάλας γραφὰς διώξας οὐδεμίαν εἷλεν, ἔτι δε μείζους καὶ πλείους διωχθεὶς οὐδεπώποτʼ ἀποφυγὼν ἱκανὸν μέρος τῶν ὄντων ἀποβέβληκε, τὰ δʼ ἄγχιστα ἱερῶν κλοπῆς δυοῖν ταλάντοιν γεγραμμένος ὑπʼ αὐτοῦ, συνειδὼς μὲν αὑτῷ τὸ ἀδίκημα, ἔμπειρος δʼ ὢν τῆς τούτου δυνάμεως, μνησικακῶν δὲ τῶν ἔμπροσθεν, εἰκότως 10 μὲν ἐπεβούλευσεν, εἰκότως δʼ ἀμυνόμενος τὴν ἔχθραν ἀπέκτεινε τὸν ἄνδρα. (7) ἥ τε γὰρ ἐπιθυμία τῆς τιμωρίας ἀμνήμονα τῶν κινδύνων καθίστη αὐτόν, ὅ τε φόβος τῶν ἐπιφερομένων κακῶν ἐκπλήσσων θερμότερον ἐπιχειρεῖν ἐπῇρεν. ἤλπιζέ τε τάδε μὲν δράσας καὶ λήσειν ἀποκτείνας αὐτὸν καὶ ἀπoφεύξεσθαι τὴν γραφήν· 15 οὐδὲ γὰρ ἐπεξιέναι οὐδένα, ἀλλʼ ἐρήμην αὐτὴν ἔσεσθαι. (8) εἴ τε καὶ ἁλοίη, τιμωρησαμένῳ κάλλιον ἔδοξεν αὐτῷ ταῦτα πάσχειν, ἢ ἀνάνδρως μηδὲν ἀντιδράσαντα ὑπὸ τῆς γραφῆς διαφθαρῆναι. σαφῶς δʼ ᾔδει ἁλωσόμενος αὐτήν· οὐ γὰρ ἂν τόνδε τὸν ἀγῶνα ἐνόμισεν ἀσφαλέστερον εἶναι. 20 (9) τὰ μὲν βιασάμενα ταῦτά ἐστιν ἀσεβῆσαι αὐτόν. μάρτυρες δʼ εἰ μὲν πολλοὶ παρεγένοντο, πολλοὺς ἂν παρεσχόμεθα· ἑνὸς δὲ τοῦ ἀκολούθου παραγενομένου, οἳ τούτου ἤκουον, μαρτυρήσουσιν. ἔμπνους γὰρ ἔτι ἀρθείς, ἀνακρινόμενος ὑφʼ ἡμῶν, τοῦτον μόνον ἔφη γνῶναι τῶν παιόντων αὐτούς. ἐξελεγχόμενος δʼ ὑπό τε τῶν εἰκότων 25 ὑπό τε τῶν παραγενομένων, οὐδενὶ τρόπῳ οὔτε δικαίως οὕτε συμφερόντως ἀπολύοιτʼ ἂν ὑφʼ ὑμῶν. (10) οἵ τε γὰρ ἐπιβουλεύοντες ἀνεξέλεγκτοι ἂν εἴησαν, εἰ μήτε ὑπὸ τῶν παραγενομένων μήτε ὑπὸ τῶν εἰκότων ἐξελέγχονται, ἀσύμφορόν θʼ ὑμῖν ἐστι τόνδε μιαρὸν καὶ ἄναγνον ὄντα εἴς <τε> τὰ τεμένη τῶν θεῶν εἰσιόντα μιαίνειν 30 τὴν ἁγνείαν αὐτῶν, ἐπί τε τὰς αὐτὰς τραπέζας ἰόντα συγκαταπιμπλάναι τοὺς ἀναιτίους· ἐκ γὰρ τούτων αἱ τʼ ἀφορίαι γίγνονται, δυστυχεῖς θʼ αἱ πράξεις καθίστανται. (11) οἰκείαν οὖν χρὴ τὴν τιμωρίαν ἡγησαμένους, αὐτῷ τούτῳ τὰ τούτου ἀσεβήματα ἀναθέντας, ἰδίαν μὲν τὴν συμφοράν, καθαρὰν δὲ τὴν πόλιν καταστῆσαι.
6 οὐπώποτʼ N 12 καθίστησιν 15 οὔτε 23 ὑμῶν N 24 γνῶναι τῶν παρόντων N τῶν παρόντων γνῶναι A ἐλεγχόμενος N 28 ἐξελέγχωνται A, idem vel -οινται X 28 θʼ om. A 31 αἵ τʼ ἀφορίαι ΝA corr. αἵ τʼ ἀναφοραὶ A pr.
β
(1) οὔ μοι δοκῶ ἁμαρτάνειν ἀτυχέστατον ἐμαυτὸν ἡγούμενος εἶναι τῶν πάντων ἀνθρώπων. τῶν μὲν γὰρ ἄλλων οἱ δυστυχοῦντες, ὁπόταν μὲν ὑπὸ χειμῶνος πονῶσιν, εὐδίας γενομένης παύονται· ὅταν δὲ νοσήσωσιν, ὑγιεῖς γενόμενοι σῴζονται· ἐάν τέ τις ἄλλη 5 συμφορὰ καταλαμβάνῃ αὐτούς, τὰ ἐναντία ἐπιγιγνόμενα ὀνίνησιν. (2) ἐμοὶ δὲ ζῶν τε ἅνθρωπος ἀνατροπεὺς τοῦ οἴκου ἐγένετο, ἀποθανών τε, κἂν ἀποφύγω, ἱκανὰς λύπας καὶ φροντίδας προσβέβληκεν. εἰς τοῦτο γὰρ βαρυδαιμονίας ἥκω, ὥστε oὐκ ἀρκοῦν μοί ἐστιν ἐμαυτὸν ὅσιον καὶ δίκαιον παρέχοντα μὴ διαφθαρῆναι, ἀλλὰ 10 κἂν μὴ τὸν ἀποκτείναντα εὑρὼν ἐξελέγξω, ὃν οἱ τιμωροῦντες αὐτῷ ἀδύνατοι εὑρεῖν εἰσιν, αὐτὸς καταδοχθεὶς φονεὺς εἶναι ἀνοσίως ἁλώσομαι. (6) καὶ ἐμὲ ὡς δεινὸν μὲν παγχάλεπόν φασιν ἐλέγχεσθαι εἶναι, ὡς δʼ ἡλίθιον ἐξ αὐτῶν ὧν ἔπραξα φανερὸν εἶναι ἐργασάμενον τὸ ἔργον. εἰ γὰρ νῦν διὰ τῆς ἔχθρας τὸ μέγεθος εἰκότως 15 ὑφʼ ὑμῶν καταδοκοῦμαι, πρὶν ἐργάσασθαι εἰκότερον ἦν προειδότα τὴν νῦν ὑποφίαν εἰς ἐμὲ οὖσαν, καὶ τῶν ἄλλων εἴ τινα ἔγνων ἐπιβουλεύοντα αὐτῷ, διακωλύειν μᾶλλον ἢ αὐτὸν ἐργασάμενον εἰς ἑκουσίους καὶ προδήλους ὑποψίας ἐμπεσεῖν· ἔκ τε γὰρ αὐτοῦ τοῦ ἔργου φανερὸς γενόμενος ἀπωλλύμην, λαθών τε σαφῶς ἥδειν τήνδε 20 τὴν ὑποψίαν εἰς ἐμὲ οὖσαν. (4) ἄθλια μὲν οὖν πάσχω μὴ ἀπολογεῖσθαι μόνον βιαζόμενος, ἀλλὰ καὶ τοὺς ἀποκτείναντας φανεροὺς καταστῆσαι· ὅμως δὲ καὶ τοῦτο ἐπιχειρητέον· οὐδὲν γὰρ πικρότερον τῆς ἀνάγκης ἔοικεν εἶναι. ἔχω δὲ οὐδαμῶς ἄλλως ἐλέγχειν ἢ ἐξ ὧν τοὺς ἄλλους ὁ κατήγορος ἀπολύων αὐτὸν τὸν θάνατόν φησι μηνύειν 25 ἐμὲ τὸν φονέα ὄντα. εἰ γὰρ τούτων ἀναιτίων δοκούντων εἶναι ἐν ἐμοὶ τἀδίκημα φανεῖται, τούτων ὑπόπτων ὄντων ἐγὼ δικαίως <ἂν> καθαρὸς δοκοίην εἶναι.
(5) ἔστι δὲ οὐκ ἀπεικός, ὡς οὗτοί φασιν, ἀλλὰ εἰκὸς ἀωρὶ τῶν νυκτῶν πλανώμενον ἐπὶ τοῖς ἱματίοις διαφθαρῆναι. τὸ γὰρ μὴ ἐκδυθῆναι οὐδὲν σημεῖόν ἐστιν· εἰ γὰρ 30 μὴ ἔφθησαν περιδύσαντες αὐτόν, ἀλλά τινας προσιόντας φοβηθέντες ἀπέλιπον, ἐσωφρόνουν καὶ οὐκ ἐμαίνοντο τὴν σωτηρίαν τοῦ κέρδους προτιμῶντες. (6) εἰ δὲ μὴ καὶ ἐπὶ τοῖς ἱματίοις διεφθάρη, ἀλλʼ ἑτέρους ἰδὼν ἄλλο τι
2 τῶν πάντων ΝA corr. πάντων A. pr. 4 ἐὰν δὲ A 6 ἄνθρωπος 7. 8 προβέβληκεν N ἐμ- A 15 ἦν τὸν εἰδότα 16 τὴν ὑποψίαν τὴν νῦν A ἰοῦσαν Reiske hic et infra 26 ἐγὼ δικαίως X ἐγὼ δʼ εἰκότως A 28 δὴ A pr.
κακὸν ποιοῦντας, ἵνα μὴ μηνυτὴς τοῦ ἀδικήματος γένηται, ἀπέθανεν ὑπʼ αὐτῶν, τίς οἶδε; τοὺς δὲ μὴ πολὺ ἧσσον ἐμοῦ μισοῦντας αὐτόν - ἦσαν δὲ πολλοί - πῶς οὐκ εἰκὸς ἦν ἂν ἐμοῦ μᾶλλον διαφθεῖραι αὐτόν; ἐκείνοις μὲν γὰρ φανερὰ ἦν ἡ ὑποψία εἰς ἐμὲ οὖσα, ἐγὼ 5 δὲ ὑπὲρ ἐκείνων ὑπαίτιος ἐσόμενος σαφῶς ᾔδειν. (7) τοῦ δὲ ἀκολούθου ἡ μαρτυρία πῶς ἀξία πιστεύεσθαί ἐστιν; ὑπό τε γὰρ τοῦ κινδύνου ἐκπεπληγμένον αὐτὸν oὐκ εἰκὸς ἦν τοὺς ἀποκτείναντας γνῶναι, ὑπό τε τῶν κυρίων ἀναγιγνωσκόμενον ἐπινεῦσαι ἦν εἰκός. ἀπιστουμένων δὲ καὶ τῶν ἄλλων δούλων ἐν ταῖς μαρτυρίαις - οὐ 10 γὰρ ἂν ἐβασανίζομεν αὐτούς - πῶς δίκαιον τούτῳ μαρτυροῦντι πιστεύσαντας διαφθεῖραί με; (8) εἰ δέ τις τὰ εἰκότα ἀληθέσιν ἴσα ἡγεῖται καταμαρτυρῆσαί μου τοὖργον, ἀντιλογισάσθω ὅτι με εἰκότερον ἦν τὴν ἀσφάλειαν τῆς ἐπιβουλῆς τηροῦντα φυλάξασθαι καὶ μὴ παραγενέσθαι τῷ ἔργῳ μᾶλλον ἢ τοῦτον σφαττόμενον ὀρθῶς 15 γνῶναι. (9) ὡς δὲ τόνδε τὸν κίνδυνον οὐκ ἀσφαλέστερον τοῦ ἀπὸ τῆς γραφῆς ἡγούμην εἶναι, ἀλλὰ πολλαπλάσιον, εἰ μὴ παρεφρόνουν, διδάξω. ἁλοὺς μὲν γὰρ τὴν γραφὴν τῆς μὲν οὐσίας ᾔδειν ἐκστησόμενος, τοῦ δὲ σώματος καὶ τῆς πόλεως οὐκ ἀπεστερούμην, περιγενόμενος δὲ καὶ λειφθείς, κἂν ἔρανον παρὰ τῶν φίλων συλλέξας, 20 οὐκ ἂν εἰς τὰ ἔσχατα κακὰ ἦλθον· ἐὰν δὲ νῦν καταληφθεὶς ἀποθάνω, ἀνόσια ὀνείδη τοῖς παισὶν ὑπολείψω, ἢ φυγὼν γέρων καὶ ἄπολις ὢν ἐπὶ ξενίας πτωχεύσω.
(10) οὕτω μὲν ἃ κατηγόρηταί μου, πάντα ἄπιστά ἐστιν· ἀπολύεσθαι δὲ ὑφʼ ὑμῶν, εἰ καὶ εἰκότως μὲν ὄντως δὲ μὴ 25 ἀπέκτεινα τὸν ἄνδρα, πολὺ μᾶλλον δίκαιός εἰμι. ἐγώ τε γὰρ φανερὸν ὅτι μεγάλα ἀδικούμενος ἠμυνόμην· οὐ γὰρ ἂν εἰκότως ἐδόκουν ἀποκτεῖναι αὐτόν· τούς τε ἀποκτείναντας καὶ οὐ τοὺς αἰτίαν ἔχοντας ἀποκτεῖναι ὀρθῶς ἂν καταλαμβάνοιτε. (11) ἐκ δὲ παντὸς τρόπου ἀπολυόμενος τῆς αἰτίας ἔγωγε οὔτε εἰς τὰ τεμένη εἰσιὼν 30 τὴν ἁγνείαν τῶν θεῶν μιανῶ, οὔτε ὑμᾶς πείθων ἀπολῦσαί με ἀνόσια πράσσω. οἱ δὲ διώκοντες μὲν ἐμὲ τὸν ἀναίτιον, τὸν δʼ αἴτιον ἀφιέντες, τῆς τε ἀφορίας αἴτιοι γίγνονται, ὑμᾶς τε ἀσεβεῖς εἰς τοὺς θεοῦς πείθοντες καταστῆναι πάντων, ὧν ἐμέ ἄξιόν φασι
1 μὴ om. Ν pr. 3 ἦσαν δὲ ΝA corr. δὲ om. A pr. ἦν ἂν N ἦν A pr. ἂν ἦν A corr.1 12 τοὖργον] ταυτὸν 15 δὲ οὐδὲ τὸν 16 μὴ om. A. pr. 17 γὰρ om. A pr. 18 τῆς δὲ πόλ. καὶ τοῦ σώμ. A ἐστερούμην A 19 ληφθείς A 20 καταλειφθεὶς A pr. 26 ἠμυνάμην ἐδόκουν εἰκ. A 28 καταλαμβάνητε A 31 πράττω 32 τε ἀσεβεῖς A τε ἀσεβεῖς τε X
παθεῖν εἶναι, δίκαιοί εἰσι τυγχάνειν. (12) τούτους μὲν οὖν τούτων ἀξίους ὄντας ἀπίστους ἡγεῖσθε· ἐμὲ δὲ ἐκ τῶν προειργασμένων γνώσεσθε οὔτε ἐπιβουλεύοντα οὔτε τῶν οὐ προσηκόντων ὀρεγόμενον, ἀλλὰ τἀναντία τούτων πολλὰς μὲν καὶ μεγάλας είσφορὰς εἰσφέροντα, 5 πολλὰ δὲ τριηραρχοῦντα, λαμπρῶς δὲ χορηγοῦντα, πολλοὺς δὲ <ἐράνους> ἐρανίζοντα, μεγάλας δὲ ὑπὲρ πολλῶν ἐγγύας ἀποτίνοντα, τήν τε οὐσίαν οὐ δικαζόμενον ἀλλʼ ἐργαζόμενον κεκτημένον, φιλοθύτην δὲ καὶ νόμιμον ὄντα. τοιούτου δὲ ὄντος μου μηδὲν ἀνόσιον μηδʼ αἰσχρὸν καταγνῶτε. (13) εἰ δὲ ὑπὸ ζῶντος ἐδιωκόμην, οὐκ 10 ἂν μόνον ὐπέρ ἐμαυτοῦ ἀπελογούμην, ἀλλʼ αὐτόν τε τοῦτον καὶ τοὺς τούτῳ μὲν <οὐ> βοηθοῦντας, παρʼ ἐμοῦ δὲ ὠφελεῖσθαι ζητοῦντας ἐφʼ οἷς κατηγόρηταί μου, ἐπέδειξα ἂν ἀδικοῦντας. ταῦτα μὲν οὖν ἐπιεικέστερον ἢ δικαιότερον παρήσω· δέομαι δʼ ὑμῶν, ὦ ἄνδρες τῶν μεγίστων κριταὶ καὶ κύριοι, ἐλεήσαντας τὴν ἀτυχίαν μου 15 ἰατροὺς γενέσθαι αὐτῆς, καὶ μὴ συνεπιβάντας τῇ τούτων ἐπιθέσει περιιδεῖν με ἀδίκως καὶ ἀθέως διαφθαρέντα ὑπʼ αὐτῶν.
γ
(1) ἥ τε ἀτυχία ἀδικεῖται ὑπʼ αὐτοῦ, ἣν προιστάμενος τῆς κακουργίας ἀφανίσαι τὴν αὑτοῦ μιαρίαν ζητεῖ, ὑπό τε ὑμῶν oὐκ 20 ἄξιος ἐλεεῖσθαί ἐστιν, ἀκούσιον μὲν τῷ παθόντι περιθεὶς τὴν συμφοράν, ἑκουσίως δὲ αὐτὸς εἰς τοὺς κινδύνους καταστάς. ὡς μὲν οὖν ἀπέκτεινε τὸν ἄνδρα, ἐν τῷ προτέρῳ λόγῳ ἀπεδείξαμεν· ὡς δὲ οὐκ ὀρθῶς ἀπελογήθη, νῦν πειρασόμεθα ἐλέγχοντες.
(2) εἴτε γὰρ προσιόντας τινὰς προιδόντες οἱ ἀποκτείναντες 25 αὐτοὺς ἀπολιπόντες ᾤχοντο φεύγοντες πρότερον ἢ ἀπέδυσαν, οἱ ἐντυχόντες ἂν αὐτοῖς, εἰ καὶ τὸν δεσπότην τεθνεῶτα ηὗρον, τόν γε θεράποντα, ὃς ἔμπνους ἀρθεὶς ἐμαρτύρει, ἔτι ἔμφρονα εὑρόντες, σαφῶς ἀνακρίναντες τοὺς ἐργασαμένους ἤγγειλαν ἂν ἡμῖν, καὶ οὐχ οὗτος ἄν τὴν αἰτίαν εἶχεν· εἴτε ἄλλοι τινὲς ἕτερόν τι τοιοῦτον 30 κακουργοῦντες ὀφθέντες ὑπʼ αὐτῶν, ἵνα μὴ γνωσθῶσι διέφθειραν αὐτούς, ἅμα τῷ τούτων φόνῳ τὸ κακούργημα ἂν ἐκηρύσσετο καὶ εἰς τούτους ἂν ἡ ὑποψία ἧκεν. (3) οἵ τε ἧσσον κινδυνεύοντες τῶν μᾶλλον ἐν φόβῳ ὄντων οὐκ οἶδʼ ὅπως ἂν μᾶλλον ἐπεβούλευσαν
1 μὲν οὖν ex μὲν A 2 ἔκ τε τῶν 4 τὰ ἐναντία X 7 καὶ κεκτημένον A. 7.8 φιλοθύτην τε N 12 κατηγορεῖτέ ἀπέδειξα A 16 με post διαφθαρέντα demum A 24 ἰδόντες A. 26 αὐτῷ εὗρον 29 ἂν om. A
αὐτῷ· τοὺς μὲν γὰρ ὅ τε φόβος ἥ τε ἀδικία ἱκανὴ ἦν παῦσαι τῆς προμηθίας, τοῖς δὲ ὅ τε κίνδυνος ἥ τε αἰσχύνη μείζων οὖσα τῆς διαφορᾶς, εἰ καὶ διενοήθησαν ταῦτα πρᾶξαι, ἀρκοῦσα ἦν σωφρονίσαι τὸ θυμούμενον τῆς γνώμης. (4) οὐκ ὀρθῶς δὲ τὴν τοῦ ἀκολούθου 5 μαρτυρίαν ἄπιστον λέγουσιν εἶναι. οὐ γὰρ ἐπὶ ταῖς τοιαύταις μαρτυρίαις βασανίζονται, ἀλλʼ ἐλεύθεροι ἀφίενται· ὁπόταν δὲ ἢ κλέψαντες ἀπαρνῶνται ἢ συγκρύπτωσι τοῖς δεσπόταις, τότε βασανίζοντες ἀξιοῦμεν τἀληθῆ λέγειν αὐτούς. (5) οὐδὲ μὴν ἀπογενέσθαι ἢ παραγενέσθαι εἰκότερον αὐτόν ἐστιν. εἰ γὰρ ἀπεγένετο, τὸν μὲν 10 κίνδυνον τὸν αὐτὸν ἔμελλε καὶ παρῶν κινδυνεύειν (πᾶς γὰρ αὐτῶν ληφθεὶς τοῦτον ἂν τὸν ἐπιβουλεύσαντα ἤλεγχεν ὄντα) τὸ δʼ ἔργον ἧσσον πράσσειν· οὐδεὶς γὰρ ὅστις τῶν παρόντων οὐκ ἂν ὀκνηρότερος εἰς τὴν πρᾶξιν ἦν. (6) ὡς δʼ οὐκ ἐλάσσω ἀλλὰ πολὺ μείζω τὸν ἀπὸ τῆς γραφῆς κίνδυνον ἢ τόνδε ἡγεῖτο εἶναι, διδάξω. τὸ μὲν 15 ἀλῶναι καὶ ἀπoφυγεῖν ἀμφοτέρας τὰς διώξεις ἐν ἴσαις ἐλπίσι θῶμεν αὐτῷ εἶναι. μὴ παραχθῆναι δὲ τὴν γραφὴν οὐδεμίαν ἐλπίδα εἶχε τούτου γε ζῶντος· οὐ γὰρ ἂν ἐπέθετο αὐτῷ. εἰς δὲ τόνδε τὸν ἀγῶνα ἥξειν οὐκ ἤλπισε· (7) λήσειν γὰρ ἐδόκει ἀποκτείνας αὐτόν. ἀξιῶν δὲ διὰ τὸ φανερὰν εἶναι τὴν ὑποψίαν αὐτῷ μὴ 20 καταδοκεῖσθαι ὑφʼ ὑμῶν, oὐκ ὀρθῶς ἀξιοῖ. εἰ γὰρ τοῦτον ἐν τοῖς μεγίστοις κινδύνοις ὄντα ἱκανὴ ἦν ἡ ὑποψία ἀποτρέψαι τῆς ἐπιθέσεως, οὐδεὶς τἂν ἐπεβούλευσεν αὐτῷ. πᾶς γὰρ ἄν τις τῶν ἧσσον κινδυνευόντων, τὴν ὑποψίαν μᾶλλον τοῦ κινδύνου φοβούμενος, ἧσσον ἢ οὗτος ἐπέθετο αὐτῷ. (8) αἱ δʼ εἰσφοραὶ καὶ χορηγίαι εὐδαιμονίας 25 μὲν ἱκανὸν σημεῖόν ἐστι, τοῦ δὲ μὴ ἀποκτεῖναι τἀναντία· περὶ γὰρ αὐτῆς τῆς εὐδαιμονίας τρέμων μὴ ἀποστερηθῇ, εἰκότως μὲν ἀνοσίως δὲ ἀπέκτεινε τὸν ἄνδρα. φάσκων δὲ οὐ τοὺς εἰκότως ἀλλὰ τοὺς <ὄντως> ἀποκτείναντας φονέας εἶναι, περὶ μὲν τῶν ἀποκτεινάντων ὀρθῶς λέγει, εἴπερ ἐγένετο φανερὸν ἡμῖν, τίνες ἦσαν οἱ 30 ἀποκτείναντες αὐτόν· μὴ δεδηλωμένων δὲ τῶν ἀποκτεινάντων, ὑπὸ τῶν εἰκότων ἐλεγχόμενος οὗτος ἂν καὶ οὐδεὶς ἕτερος ἀποκτείνας
2 προθυμίας 3 σωφρονῆσαι Ν 7 εἰ συγκρύπτωσι A pr. 9 μὲν om. A pr. 10 οὐ τὸν αὐτὸν A corr.2 πᾶς N πῶς A 10.11 γὰρ ἂν αὐτῶν ὁ λειφθεὶς A corr.2 14 τόνδε A corr.2 τόδε A pr. τότε N 17 εἶχε τούτου γε N γʼ εἶχε τούτου A ἐπέθετο] ἐπείθετο 18 ἀγῶνα Ν κίνδυνον A 19 μὴ ante φανερὰν transp. A pr. 20 οὐ γὰρ 21 ἀποστρέψαι 22 οὐδεὶς γὰρ ἐπεβούλευεν A pr. 24 οὗτος ἡγεῖτο 24.25 εὐδ. μὲν ἱκανὸν N ἱκ. μὲν εὐδ. A 26 ἀποστερηθείη fort. A. pr.
αὐτὸν εἴη· οὐ γὰρ ἐπὶ μαρτύρων ἀλλὰ κρυπτόμενα πράσσεται τὰ τοιαῦτα.
(9) οὕτω δὲ φανερῶς ἐκ τῆς αὑτοῦ ἀπολογίας ἐλεγχθεὶς διαφθείρας αὐτόν, οὐδὲν ἕτερον ὑμῶν δεῖται ἢ τὴν αὐτοῦ μιαρίαν 5 εἰς ὑμᾶς αὐτοὺς ἐκτρέψαι. ἡμεῖς δὲ ὑμῶν δεόμεθα μὲν οὐδέν, λέγομεν δʼ ὑμῖν, εἰ μήτε ἐκ τῶν εἰκότων μήτε ἐκ τῶν μαρτυρουμένων οὗτος νῦν ἐλέγχεται, οὐκ ἔστιν ἔτι τῶν διωκομένων ἔλεγχος οὐδείς. (10) σαφῆ μὲν γὰρ τὸν θάνατον γιγνώσκοντες, φανερῶς δὲ τὰ ἴχνη τῆς ὑποψίας εἰς τοῦτον φέροντα, πιστῶς δὲ τοῦ ἀκολούθου 10 μαρτυροῦντος, πῶς ἂν δικαίως ἀπολύοιτε αὐτόν; ἀδίκως δʼ ἀπολυομένου τούτου ὑφʼ ὑμῶν, ἡμῖν μὲν προστρόπαιος ὁ ἀποθανὼν οὐκ ἔσται, ὑμῖν δʼ ἐνθύμιος γενήσεται. (11) ταῦτα οὖν εἰδότες βοηθεῖτε μὲν τῷ ἀποθανόντι, τιμωρεῖσθε δὲ τὸν ἀποκτείναντα, ἁγνεύετε δὲ τὴν πόλιν. τρία γὰρ ἀγαθὰ πράξετε· ἐλάσσους μὲν τοὺς ἐπιβουλεύοντας 15 καταστήσετε, πλείους δὲ τοὺς τὴν εὐσέβειαν ἐπιτηδεύοντας, ἀπολύεσθε δʼ αὐτοὶ τῆς ὑπέρ τούτου μιαρίας.
δ
(1) ἰδοῦ ἐγὼ τῇ τε ἀτυχίᾳ, ἣν οὐ δικαίως αἰτιῶμαι, ὡς οὗτοί φασιν, ἑκὼν ἐμαυτὸν ἐγχειρίζω, τῇ τε τούτων ἔχθρᾳ, δεδιὼς μὲν τὸ μέγεθος τῆς διαβολῆς αὐτῶν, πιστεύων δὲ τῇ ὑμετέρᾳ γνώμῃ τῇ τε ἀληθείᾳ τῶν ἐξ ἐμοῦ πραχθέντων. ἀποστερούμενος δὲ ὑπʼ αὐτῶν μηδὲ τὰς παρούσας ἀτυχίας ἀνακλαύσασθαι πρὸς ὑμᾶς, ἀπορῶ εἰς ἥντινα ἄλλην σωτηρίαν χρή με καταφυγεῖν. (2) καινότατα γὰρ δή, εἰ χρὴ καινότατα μᾶλλον ἢ κακουργότατα εἰπεῖν, 25 διαβάλλουσί με. κατήγοροι γὰρ καὶ τιμωροὶ φόνου προσποιούμενοι εἶναι, ὑπεραπολογούμενοι τῆς ἀληθοῦς ὑποψίας ἁπάσης, διὰ τὴν ἀπορίαν τοῦ ἀποκτείναντος αὐτὸν ἐμὲ φονέα φασῖν εἶναι, δρῶντες δὲ τἀναντία ὧν προστέτακται αὐτοῖς, φανερὸν ὅτι ἀδίκως ἐμὲ μᾶλλον ἀποκτεῖναι ζητοῦσιν ἢ τὸν φονέα τιμωρεῖσθαι. (6) ἐμὲ δὲ προσῆκεν 30 οὐδὲν ἄλλο ἢ πρὸς τὴν μαρτυρίαν τοῦ ἀκολούθου ἀπολογηθῆναι· οὐ γὰρ μηνυτὴς οὐδʼ ἐλεγκτὴρ τῶν ἀποκτεινάντων εἰμί, ἀλλὰ διωκόμενος ἀποκρίνομαι. ὅμως δὲ περιεργαστέον, ἵνα ἐκ παντὸς τρόπου τούτους τε ἐπιβουλεύοντάς μοι ἐμαυτόν τε ἀπολυόμενον ἐπιδείξω τῆς ὑποψίας.
1 ὑπὸ 2 τὰ τοιαῦτα N ταῦτα A 3 φανερὸς A pr. Ν 10 Verba ἀδίκως - γενήσεται in AN ante σαφῆ μὲν γὰρ leguntur 11 μὲν om. A pr. 18 ἥ τε ἀτυχία NA pr. 26 τῆς ὑπ. πάσης τῆς ἀληθοῦς A 33 μου NA pr.
(4) τὴν μὲν οὖν ἀτυχίαν ᾗ με διαβάλλουσιν, εἰς εὐτυχίαν αἰτοῦμαι μεταστῆναι· ἀξιῶ δʼ ὑμᾶς ἀπολύσαντάς με μακαρίσαι μᾶλλον ἢ καταλαβόντας ἐλεῆσαι. φασὶ δὲ τῶν μὲν ἐντυχόντων παιομένοις αὐτοῖς οὐδένα ὅντινα οὐκ εἰκότερον εἶναι σαφῶς 5 πυθόμενον τοὺς διαφθείραντας αὐτοὺς εἰς οἶκον ἀγγεῖλαι, ἢ ἀπολιπόντα οἴχεσθαι. (5) ἐγὼ δὲ οὐδένα οὕτω θερμὸν καὶ ἀνδρεῖον ἄνθρωπον εἶναι δοκῶ, ὅντινα οὐκ ἂν ἀωρὶ τῶν νυκτῶν νεκροῖς ἀσπαίρουσι συντυχόντα πάλιν ὑποστρέψαντα φεύγειν μᾶλλον ἢ πυνθανόμενον τοὺς κακούργους περὶ τῆς ψυχῆς κινδυνεῦσαι. τούτων δὲ {μᾶλλον} 10 ἃ εἰκὸς ἦν δρασάντων, οἱ μὲν ἐπὶ τοῖς ἱματίοις διαφθείραντες αὐτοὺς οὐκ ἂν ἔτι εἰκότως ἀφίοιντο, ἐγὼ δὲ ἀπήλλαγμαι τῆς ὑποψίας. (6) εἰ δὲ ἐκηρύσσοντο ἢ μὴ ἄλλοι τινὲς κακοῦργοι ἅμα τῷ τούτων φόνῳ, τίς οἶδεν; οὐδενὶ γὰρ ἐπιμελὲς ἦν σκοπεῖν ταῦτα. ἀφανοῦς δὲ ὄντος τοῦ κηρύγματος, οὐδὲ ὑπὸ τούτων τῶν κακούργων 15 ἄπιστον διαφθαρῆναι αὐτόν. (7) τοῦ δὲ θεράποντος πῶς χρὴ πιστοτέαν τὴν μαρτυρίαν ἢ τῶν ἐλευθέρων ἡγεῖσθαι; οἳ μὲν γὰρ ἀτιμοῦνταί τε καὶ χρήμασι ζημιοῦνται, ἐὰν μὴ τἀληθῆ δοκῶσι μαρτυρῆσαι· ὃ δὲ οὐκ ἔλεγχον παρασχὼν οὐδὲ βάσανον ποῦ δίκην δώσει; ἢ τίς ἔλεγχος ἔσται; ἀκινδύνως δὲ μέλλων μαρτυρεῖν οὗτός 20 τε οὐδέν θαυμαστὸν ἔπαθεν ὑπὸ τῶν κυρίων ἐχθρῶν μοι ὄντων πεισθεὶς καταψεύδεσθαί μου· ἐγώ τε ἀνόσιʼ ἂν πάσχοιμι, εἰ μὴ πιστῶς καταμαρτυρηθεὶς διαφθαρείην ὑφʼ ὑμῶν. (8) μὴ παραγενέσθαι δέ με τῷ φόνῳ ἀπιστότερον ἢ παραγενέσθαι φασὶν εἶναι. ἐγὼ δʼ οὐκ ἐκ τῶν εἰκότων ἀλλʼ ἔργῳ δηλώσω οὐ παραγενόμενος. 25 ὁπόσοι γὰρ δοῦλοί μοι ἢ δοῦλαί εἰσι, πάντας παραδίδωμι βασανίσαι· καὶ ἐὰν μὴ φανῶ ταύτη τῇ νυκτὶ ἐν οἴκῳ καθεύδων ἢ ἐξελθών ποι, ὁμολογῶ φονεὺς εἶναι, ἡ δὲ νῦξ οὐκ ἄσημος. τοῖς γὰρ Διιπολείοις ὁ ἀνὴρ ἀπέθανε. (9) περὶ δὲ τῆς εὐδαιμονίας, ἧς ἕνεκα τρέμοντά μέ φασιν εἰκότως ἀποκτεῖναι αὐτόν, πολὺ τἀναντία 30 ἐστί. τοῖς μὲν γὰρ ἀτυχοῦσιν ἑταιρίζειν συμφέρει· ἐκ γὰρ τῶν μεταβολῶν ἐπίδοξος ἡ δυσπραγία μεταβάλλειν αὐτῶν ἐστι· τοῖς δʼ εὐτυχοῦσιν ἀτρεμίζειν καὶ φυλάσσειν τὴν παροῦσαν εὐπραγίαν· μεθισταμένων γὰρ τῶν πραγμάτων δυστυχεῖς ἐξ εὐτυχούντων
3 εὐτυχούντων A pr. 4 αὐτὸς A pr. 5 ἀπολιπόντας 7 τῆς νυκτὸς A 11 ἀφίοντο N ἀφίοντο vel -ωντο A pr. 18 ποῦ] τι οὐ N οὐ A 19 εἴ τις ἀκινδύνως τε ΝA corr. οὗτός γε μέλλων μαρτυρεῖν 20 κυρίως Ν, A corr. 22 ὑφʼ ὑμῶν ΝA corr. ὑπʼ αὐτῶν A pr. 25 ὁπόσαι A pr. Ν pr. ἢ δοῦλαί μοι A 27 που 30 μὲν om. A νεωτερίζειν Aldina 33 μεθισταμένων δὲ A πραγματειῶν
καθίστανται. (10) ἐκ δὲ τῶν εἰκότων προσποιούμενοί με ἐλέγχειν, οὐκ εἰκότως ἀλλʼ ὄντως φονέα μέ φασι τοῦ ἀνδρὸς εἶναι. τὰ δὲ εἰκότα ἄλλα πρὸς ἐμοῦ μᾶλλον ἀποδέδεικται ὄντα. ὅ τε γὰρ καταμαρτυρῶν μου ἄπιστος ἐλήλεγκται ὤν, ὅ τε ἔλεγχος οὐκ ἔστι, τά 5 τε τεκμήρια ἐμά, οὐ τούτων ὄντα ἐδήλωσα, τά τε ἴχνη τοῦ φόνου οὐκ εἰς ἐμὲ φέροντα, ἀλλʼ εἰς τοὺς ἀπολυομένους ἀποδέδεικται ὑπʼ αὐτῶν. πάντων δὲ τῶν κατηγορηθέντων ἀπίστων ἐλεγχθέντων, οὐκ ἐὰν ἀποφύγω οὐκ ἔστιν ἐξ ὧν ἐλεγχθήσονται οἱ κακουργοῦντες, ἀλλʼ ἐὰν ἐλεγχθῶ, οὐδεμία ἀπολογία τοῖς διωκομένοις ἀρκοῦσά ἐστιν. 10 (11) οὕτω δὲ ἀδίκως διώκοντές με, αὐτοὶ μὲν ἀνοσίως ἀποκτεῖναι ζητοῦντες καθαροί φασιν εἶναι, ἐμὲ δέ, ὃς εὐσεβεῖν ὑμᾶς πείθω, ἀνόσια δρᾶν λέγουσιν. ἐγὼ δὲ καθαρὸς ὢν πάντων τῶν ἐγκλημάτων ὑπὲρ <μὲν> ἐμαυτοῦ ἐπισκήπτω αἰδεῖσθαι τὴν τῶν μηδὲν ἀδικούντων εὐσέβειαν, ὑπὲρ δέ τοῦ ἀποθανόντος ἀναμιμνήσκων 15 τὴν ποινὴν παραινῶ ὑμῖν μὴ τὸν ἀναίτιον καταλαβόντας τὸν αἴτιον ἀφεῖναι. (12) ἀποθανόντος γὰρ ἐμοῦ οὐδεὶς ἔτι τὸν αἴτιον ζητήσει. ταῦτα οὖν σεβόμενοι ὁσίως καὶ δικαίως ἀπολύετέ με, καὶ μὴ μετανοήσαντες τὴν ἀμαρτίαν γνῶτε· ἀνίατος γὰρ ἡ μετάνοια τῶν τοιούτων ἐστίν.
Tetral. II
α
(1) τὰ μὲν ὁμολογούμενα τῶν πραγμάτων ὑπό τε τοῦ νόμου κατακέκριται ὑπό τε τῶν ψηφισαμένων, οἳ κύριοι πάσης τῆς πολιτείας εἰσίν· ἐὰν δέ τι ἀμφισβητήσιμον ἦ, τοῦτο ὑμῖν, ὦ ἄνδρες 25 πολῖται, προστέτακται διαγνῶναι. οἶμαι μὲν οὖν οὐδὲ ἀμφισβητήσειν πρὸς ἐμὲ τὸν διωκόμενον· ὁ γὰρ παῖς μου ἐν γυμνασίῳ ἀκοντισθεὶς διὰ τῶν πλευρῶν ὑπὸ τούτου τοῦ μειρακίου παραχρῆμα ἀπέθανεν. ἑκόντα μὲν οὖν οὐκ ἐπικαλῶ ἀποκτεῖναι, ἄκοντα δέ. (2) ἐμοὶ δὲ οὐκ ἐλάσσω τοῦ ἑκόντος ἄκων τὴν συμφορὰν κατέστησε. τῷ δὲ 30 ἀποθανόντι αὐτῷ μὲν οὐδὲν ἐνθύμιον, τοῖς δὲ ζῶσι προσέθηκεν. ὑμᾶς δὲ ἀξιῶ ἐλεοῦντας μὲν τὴν ἀπαιδίαν τῶν γονέων, οἰκτίροντας δὲ τὴν ἄωρον τοῦ ἀποθανόντος τελευτήν, εἴργοντας ὧν ὁ νόμος εἴργει τὸν ἀποκτείναντα μὴ περιορᾶν ἅπασαν τὴν πόλιν ὑπὸ τούτου μιαινομένην.
5 τούτου 9 ἐλεγχθῶ: καταληφθῶ Spengel, alii aliud 11 ὃς A corr. ὡς ΝA pr. 14 Verba ὐπὲρ δὲ - ἀναμιμνῄσκων om. N 25 οὖν οm. A pr. 33 εἴργει A εἴργειν N
β
(1) νῦν δὴ φανερόν μοι, ὅτι αὐταὶ αἱ συμφοραὶ καὶ χρεῖαι τούς τε ἀπράγμονας εἰς ἀγῶνας <καταστῆναι> τούς τε ἡσυχίους τολμᾶν τά τε ἄλλα <καὶ> παρὰ φύσιν λέγειν καὶ δρᾶν βιάζονται. 5 ἐγὼ γὰρ ἥκιστα τοιοῦτος ὢν καὶ βουλόμενος εἶναι, εἰ μὴ πολύ γε ἔψευσμαι, ὑπʼ αὐτῆς τῆς συμφορᾶς ἠναγκάσθην νῦν παρὰ τὸν ἄλλον τρόπον ὑπὲρ πραγμάτων ἀπολογεῖσθαι, ὧν ἐγὼ χαλεπῶς μὲν τὴν ἀκρίβειαν ἔγνων, ἔτι δὲ ἀπορωτέρως διάκειμαι, ὡς χρὴ ὑμῖν ἐρμηνεῦσαι ταῦτα. (2) ὑπὸ δὲ σκληρᾶς ἀνάγκης βιαζόμενος, καὶ αὐτὸς 10 εἰς τὸν ὑμέτερον ἔλεον, ὦ ἄνδρες δικασταί, καταπεφευγὼς δέομαι ὑμῶν, ἐὰν ἀκριβέστερον ἢ ὡς σύνηθες ὑμῖν δόξω εἰπεῖν, μὴ διὰ τὰς προειρημένας τύχας <δυσχερῶς> ἀποδεξαμένους μου τὴν ἀπολογίαν δόξῃ καὶ μὴ ἀληθείᾳ τὴν κρίσιν ποιήσασθαι· ἡ μὲν γὰρ δόξα τῶν πραχθέντων πρὸς τῶν λέγειν δυναμένων ἐστίν, ἡ δέ 15 ἀλήθεια πρὸς τῶν δίκαια καὶ ὅσια πρασσόντων.
(3) ἐδόκουν μὲν οὖν ἔγωγε ταῦτα παιδεύων τὸν υiόν, ἐξ ὧν μάλιστα τὸ κοινὸν ὠφελεῖται, ἀμφοῖν τι ἡμῖν ἀγαθὸν ἀποβήσεσθαι· συμβέβηκε δέ μοι πολὺ παρὰ γνώμην τούτων. τὸ γὰρ μειράκιον οὐχ ὕβρει οὐδὲ ἀκολασίᾳ, ἀλλὰ μελετῶν μετὰ τῶν ἡλίκων ἀκοντίζειν 20 ἐπὶ {τῷ} γυμνασίῳ, ἔβαλε μὲν οὔκ, ἀπέκτεινε δὲ οὐδένα κατά γε τὴν ἀλήθειαν ὧν ἔπραξεν, ἄλλου δʼ εἰς αὐτὸν ἁμαρτόντος εἰς ἀνοσίους αἰτίας ἦλθεν. (4) τοῦ γὰρ παιδὸς ὑπὸ τὴν τοῦ ἀκοντίου φορὰν ὑποδραμόντος καὶ τὸ σῶμα προστήσαντος, <ὃ μὲν ἐκωλύθη> τοῦ σκοποῦ τυχεῖν, ὃ δὲ ὑπὸ τὸ ἀκόντιον ὑπελθὼν ἐβλήθη, καὶ 25 τὴν αἰτίαν οὐχ ἡμετέραν οὖσαν προσέβαλεν ἡμῖν. εἰ μὲν γὰρ τὸ ἀκόντιον ἔξω τῶν ὅρων τῆς αὑτοῦ πορείας ἐπὶ τὸν παῖδα ἐξενεχθὲν ἔτρωσεν αὐτόν, οὐδεὶς <ἄν> ἡμῖν λόγος ὑπελείπετο μὴ φονεῦσιν εἶναι. (5) διὰ δὲ τὴν ὑποδρομὴν βληθέντος τοῦ παιδός, τὸ μὲν μειράκιον οὐ δικαίως ἐπικαλεῖται, οὐδένα γὰρ ἔβαλε τῶν ἀπὸ τοῦ 30 σκοποῦ ἀφεστώτων· ὁ δὲ παῖς εἴπερ ἑστὼς φανερὸς ὑμῖν ἐστι μὴ βληθείς, ἑκουσίως <δʼ> ὑπὸ τὴν φορὰν τοῦ ἀκοντίου ὑπελθών, ἔτι σαφεστέρως δηλοῦται διὰ τὴν αὑτοῦ ἀμαρτίαν ἀποθανών· οὐ γὰρ ἂν ἐβλήθη ἀτρεμίζων καὶ μὴ διατρέχων. (6) ἀκουσίου δὲ τοῦ φόνου
2 μοι om. A pr. 6 νῦν A pr. ἂν ΝA corr. 7 ὑπὲρ τῶν πραγμάτων A pr. 9 κἂν αὐτὸς ΝA pr. 11 ὑμῖν om. A pr. 16 μὲν οὖν A corr. μὲν A pr. γοῦν N 17 ἀποβήσεται A pr. 20 οὐδένα om. A pr. 22 ἀκουσίους τοῦ δὲ παιδὸς 25 Verba εἰ μὲν γὰρ - εἶναι (28) in codd. post αἰτίας ἦλθεν (22) leguntur. 27 φονεὺς 30 φανερῶς NA pr.
ἐξ ἀμφοῖν ὑμῖν ὁμολογουμένου γενέσθαι, ἐκ τῆς ἁμαρτίας, ὁποτέρου αὐτῶν ἐστιν, ἔτι ἂν σαφέστερον ὁ φονεὺς ἐλεγχθείη. οἵ τε γὰρ ἁμαρτάνοντες ὧν ἂν ἐπινοήσωσί τι δρᾶσαι, οὗτοι πράκτορες τῶν ἀκουσίων εἰσίν, οἱ δὲ ἑκούσιόν τι δρῶντες, {ἢ πάσχοντες} οὗτοι 5 τῶν παθημάτων αἴτιοι γίγνονται. τὸ μὲν τοίνυν μειράκιον περὶ οὐδένα οὐδὲν ἥμαρτεν. (7) οὔτε γὰρ ἀπειρημένον ἀλλὰ προστεταγμένον ἐξεμελέτα, οὔτε ἐν γυμναζομένοις ἀλλʼ ἐν τῇ τῶν ἀκοντιζόντων τάξει ἠκόντιζεν, οὔτε τοῦ σκοποῦ ἁμαρτών, εἰς τοὺς ἀφεστῶτας ἀκοντίσας, τοῦ παιδὸς ἔτυχεν, ἀλλὰ πάντα ὀρθῶς ὡς ἐπενόει δρῶν 10 ἔδρασε μὲν οὐδὲν ἀκούσιον, ἔπαθε δὲ διακωλυθεῖς τοῦ σκοποῦ τυχεῖν. (8) ὁ δὲ παῖς βουλόμενος προδραμεῖν, τοῦ χώρου διαμαρτὼν ἐν ᾧ διατρέχων οὐκ ἂν ἐπλήγη, περιέπεσεν οἷς οὐκ ἤθελεν, ἀκουσίως δὲ ἁμαρτὼν εἰς ἑαυτὸν οἰκείαις συμφοραῖς κέχρηται, τῆς δʼ ἁμαρτίας τετιμωρημένος ἑαυτὸν ἔχει τὴν δίκην, οὐ συνηδομένων 15 μὲν οὐδὲ συνεθελόντων ἡμῶν, συναλγούντων δὲ καὶ συλλυπουμένων. τῆς δὲ ἁμαρτίας εἰς τοῦτον ἡκούσης, τό τʼ ἔργον οὐχ ἡμέτερον ἀλλὰ τοῦ ἐξαμαρτόντος ἐστί, τό τε πάθος εἰς τὸν δράσαντα ἐλθὸν ἡμᾶς μὲν ἀπολύει τῆς αἰτίας, τὸν δὲ δράσαντα δικαίως ἅμα τῇ ἁμαρτίᾳ τετιμώρηται. (9) ἀπολύει δὲ καὶ ὁ νόμος ἡμᾶς, ᾧ 20πιστεύων, εἴργοντι μήτε ἀδίκως μήτε δικαίως ἀποκτείνειν, ὡς φονέα με διώκει. ὑπὸ μὲν γὰρ τῆς αὐτοῦ τοῦ τεθνεῶτος ἁμαρτίας ὅδε ἀπολύεται μηδὲ ἀκουσίως ἀποκτεῖναι αὐτόν· ὑπὸ δὲ τοῦ διώκοντος οὐδʼ ἐπικαλούμενος ὡς ἑκὼν ἀπέκτεινεν, ἀμφοῖν ἀπολύεται τοῖν ἐγκλημάτοιν, <μήτε ἄκων> μήτε ἑκὼν ἀποκτεῖναι. (10) ἀπολυόμενος
25 δὲ ὑπό τε τῆς ἀληθείας τῶν πραχθέντων ὑπό τε τοῦ νόμου καθʼ ὃν διώκεται, οὐδὲ τῶν ἐπιτηδευμάτων εἵνεκα δίκαιοι τοιούτων κακῶν ἀξιοῦσθαί ἐσμεν. οὗτός τε γὰρ ἀνόσια πείσεται τὰς οὐ προσηκούσας φέρων ἁμαρτίας, ἐγώ τε μᾶλλον μὲν οὐδέν, ὁμοίως δὲ τούτῳ ἀναμάρτητος ὤν, εἰς πολλαπλασίους τούτου συμφορὰς ἥξω· ἐπί τε
30 γὰρ τῇ τούτου διαφθορᾷ ἀβίωτον τὸ λειπόμενον τοῦ βίου διάξω, ἐπί τε τῇ ἐμαυτοῦ ἀπαιδίᾳ ζῶν ἔτι κατορυχθήσομαι.
(11) ἐλεοῦντες οὖν τοῦδε μὲν τοῦ νηπίου τὴν ἀναμάρτητον συμφοράν, ἐμοῦ δὲ τοῦ γηραιοῦ καὶ ἀθλίου τὴν ἀπροσδόκητον κακοπάθειαν, μὴ καταψηφισάμενοι δυσμόρους ἡμᾶς καταστήσητε,
2 ἔτι ἂν] ἔτι δὲ 6 ἥμαρτεν οὐδέν A 7 ἐμελέτα X 8 ἐφεστῶτας A pr. 11 τοῦ καιροῦ Spengel 16 τοῦτο 23 οὐδʼ ἐπικαλούμενος ὡς NA corr. ὡς ἐπικαλ. A pr. 25 τοῦ νόμου ὑπό τε τῶν πραχθ. A pr. 31 ζῶν ἐπικατορ. 32 οὖν A μὲν οὖν N τοῦδε AΝ corr. οῦδε N pr.
ἀλλʼ ἀπολύοντες εὐσεβεῖτε. ὅ τε γὰρ {ἀποθανὼν} συμφοραῖς περιπεσὼν oὐκ ἀτιμώρητός ἐστιν, ἡμεῖς τε οὐ δίκαιοι τὰς τούτων ἀμαρτίας συμφέρειν ἐσμέν. (12) τήν τε οὖν εὐσέβειαν τούτων τῶν πραχθέντων καὶ τὸ δίκαιον αἰδούμενοι ὁσίως καί δικαίως ἀπολύετε
5 ἡμᾶς, καὶ μὴ ἀθλιωτάτω δύο πατέρα καὶ παῖδα ἀώροις συμφοραῖς περιβάλητε.
γ
(1) ὅτι μέν αὐτὴ ἡ χρεία παρὰ φύσιν καὶ λέγειν καὶ δρᾶν ἅπαντας ἀναγκάζει, ἔργῳ καὶ οὐ λόγῳ δοκεῖ μοι σημαίνειν οὗτος· 10 ἥκιστα γὰρ ἔν γε τῷ ἔμπροσθεν χρόνῳ ἀναιδὴς καὶ τολμηρὸς ὢν νῦν ὑπʼ αὐτῆς τῆς συμφορᾶς ἠνάγκασται λέγειν, οἷα οὐκ ἄν ποτε ᾤμην ἐγὼ τοῦτον εἰπεῖν. (2) ἐγώ τε γὰρ πολλῇ ἀνοίᾳ χρώμεvος οὐκ ἂν ὑπέλαβον τοῦτον ἀντειπεῖν· οὐδὲ γὰρ ἂν ἕνα λόγον ἀντὶ δυοῖν λέξας τὸ ἥμισυ τῆς κατηγορίας ἐμαυτὸν ἂν ἀπεστέρησα· 15 οὗτός τε μὴ τολμῶν οὐκ ἂν προεῖχε τῷ διπλασίῳ μου, ἕνα μὲν πρὸς ἕνα λόγον ἀπολογηθείς, ἃ δὲ κατηγόρησεν, ἀναποκρίτως εἰπών. (3) τοσοῦτον δὲ προέχων ἐν τοῖς λόγοις ἡμῶν, ἔτι δὲ ἐν οἷς ἔπρασσε πολλαπλάσια τούτων, οὗτος μὲν οὐχ ὁσίως δεῖται ὑμῶν συχνῶς τὴν ἀπολογίαν ἀποδέχεσθαι αὐτοῦ· ἐγὼ δὲ δράσας μὲν οὐδὲν κακόν, 20 παθὼν δὲ ἄθλια καὶ δεινά, καὶ νῦν ἔτι δεινότερα τούτων ἔργῳ καὶ οὐ λόγῳ, εἰς τὸν ὑμέτερον ἔλεον καταπεφευγὼς δέομαι ὑμῶν, ὦ ἄνδρες ἀνοσίων ἔργων τιμωροί, ὁσίων δὲ διαγνώμονες, μὴ ἔργα φανερὰ ὑπὸ πονηρᾶς λόγων ἀκριβείας πεισθέντας ... ψευδῆ τὴν ἀλήθειαν τῶν πραχθέντων ἡγήσασθαι. (4) ἢ μὲν γὰρ πιστότερον 25 ἢ ἀληθέστερον σύγκειται, ἢ δὲ ἀδολώτερον ἢ δυνατώτερον λεχθήσεται. τῷ μὲν οὖν δικαίῳ πιστεύων ὑπερορῶ τῆς ἀπολογίας· τῇ δὲ σκληρότητι τοῦ δαίμονος ἀπιστῶν ὁρρωδῶ, μὴ οὐ μόνον τῆς χρείας τοῦ παιδὸς ἀποστερηθῶ, ἀλλὰ καὶ αὐθέντην προσκαταγνωσθέντα ὑφʼ ὑμῶν ἐπίδω αὐτόν. (5) εἰς τοῦτο γὰρ τόλμης καὶ 30 ἀναιδείας ἥκει, ὥστε τὸν μὲν βαλόντα καὶ ἀποκτείναντα οὔτε τρῶσαι οὔτε ἀποκτεῖναί φησι, τὸν δὲ οὔτε ψαύσαντα τοῦ ἀκοντίου οὔτε ἐπινοήσαντα ἀκοντίσαι, ἀπάσης μὲν γῆς ἀμαρτόντα, πάντων δὲ σωμάτων, διὰ τῶν ἑαυτοῦ πλευρῶν διαπῆξαι τὸ ἀκόντιον λέγει.
6 περιβάλοιτε A 10 γε NA corr. τε A pr. 13.14 ἀντιδοὺς ἢ λέξας 19 δʼ ἔδρασα 23 πεισθέντες A corr.2 24 ἡγήσασθε vel -σησθε A 25 καὶ ἀδυνατώτερον 30 ἀποκτείναντα A ἀκοντίσαντα N 33 λέγει τὸ ἀκ. A
ἐγὼ δὲ ἑκουσίως κατηγορῶν ἀποκτεῖναι αὐτὸν πιστότερος ἄν μοι δοκῶ εἶναι ἢ οὗτος, <ὃς> μήτε βαλεῖν μήτε ἀποκτεῖναί φησι τὸ μειράκιον. (6) ὃ μὲν γὰρ ἐν τούτῳ τῷ καιρῷ καλούμενος ὑπὸ τοῦ παιδοτρίβου, ὃς ὑπεδέχετο τοῖς ἀκοντίζουσι τὰ ἀκόντια 5 {ἀναιρεῖσθαι}, διὰ τὴν τοῦ βαλόντος ἀκολασίαν πολεμίῳ τῷ τούτου βέλει περιπεσών, οὐδὲν οὐδʼ εἰς ἕνʼ ἀμαρτών, ἀθλίως ἀπέθανε· ὃ δὲ περὶ τὸν τῆς ἀναιρέσεως καιρὸν πλημμελήσας, οὐ τοῦ σκοποῦ τυχεῖν ἐκωλύθη, ἀλλʼ ἄθλιον καὶ πικρὸν σκοπὸν ἐμοὶ ἀκοντίσας, ἑκὼν μὲν οὐκ ἀπέκτεινε, μᾶλλον δὲ ἑκὼν ἢ οὔτε ἔβαλεν οὔτε 10 ἀπέκτεινεν. (7) ἀκουσίως δὲ οὐχ ἧσσον ἢ ἑκουσίως ἀποκτείναντές μου τὸν παῖδα, τὸ παράπαν δὲ ἀρνούμενοι μὴ ἀποκτεῖναι αὐτόν, οὐδʼ ὑπὸ τοῦ νόμου καταλαμβάνεσθαί φασιν, ὃς ἀπαγορεύει μήτε δικαίως μήτε ἀδίκως ἀποκτείνειν. ἀλλὰ τίνος μᾶλλόν ἐστιν ὁ φόνος; <πότερ>ον ἀνήκει εἰς τοὺς θεωμένους ἢ εἰς τοὺς παιδαγωγούς; ὧν 15 οὐδεὶς οὐδὲν κατηγορεῖ· οὐδὲ ἀφανὴς ἀλλὰ καὶ λίαν φανερὸς ἔμοιγε αὐτοῦ ὁ θάνατός ἐστιν. ἐγὼ δὲ τὸν νόμον ὀρθῶς ἀγορεύειν φημὶ τοὺς ἀποκτείναντας κολάζεσθαι. ὅ τε γὰρ ἄκων ἀποκτείνας ἀκουσίοις κακοῖς περιπεσεῖν δίκαιός ἐστιν, ὅ τε διαφθαρεὶς οὐδέν ἧσσον ἀκουσίως ἢ ἑκουσίως βλαφθεὶς ἀδικοῖτʼ ἂν ἀτιμώρητος 20 γενόμενος. (8) οὐ δίκαιος δὲ ἀποφυγεῖν ἐστι διὰ τὴν ἀτυχίαν τῆς ἀμαρτίας. εἰ μὲν γὰρ ὑπὸ μηδεμιᾶς ἐπιμελείας τοῦ θεοῦ ἡ ἀτυχία γίγνεται, ἁμάρτημα οὖσα τῷ ἁμαρτόντι συμφoρὰ δικαία γενέσθαι ἐστίν· εἰ δὲ δὴ θεία κηλὶς τῷ δράσαντι προσπίπτει ἀσεβοῦντι, οὐ δίκαιον τὰς θείας προσβολὰς διακωλύειν γίγνεσθαι. (9) ἔλεξαν 25 δὲ καὶ ὡς οὐ πρέπει χρηστὰ ἐπιτηδεύοντας αὐτοὺς κακῶν ἀξιοῦσθαι· ἡμεῖς δὲ πῶς ἂν πρέποντα πάσχοιμεν, εἰ μηδὲν ὑποδεέστερα τούτων μελετῶντες θανάτῳ ζημιούμεθα; φάσκων δὲ ἀναμάρτητος εἶναι, καὶ ἀξιῶν τὰς συμφορὰς τῶν ἁμαρτόντων εἶναι καὶ μὴ εἰς τοὺς ἀναμαρτήτους ἐκτρέπεσθαι, ὑπὲρ ἡμῶν λέγει. ὅ τε γὰρ παῖς 30 μου εἰς οὐδένα οὐδὲν ἁμαρτών, ὑπὸ τούτου τοῦ μειρακίου ἀποθανών, ἀδικοῖτʼ ἂν ἀτιμώρητος γενόμενος, ἐγώ τε τοῦδε μᾶλλον ἀναμάρτητος ὢν δεινὰ πείσομαι, ἃ ὁ νόμος ἀποδίδωσί μοι μὴ τυχὼν παρʼ ὑμῶν.
2 φασι N 9 ἑκὼν ἢ NA pr. ἢ del. A cοrr.2 10 ἑκ. δὲ οὐχ ἧσσον ἢ ἀκ. ΝA pr. 10.11.12 ἀποκτείναντός ... ἀρνουμένου ... φησιν NA pr. (ἀπέκτεινέ ... ἀρνούμενος A corr.2) 13 ἀλλὰ τίς ὁ βάλλων ἐστίν 15 οὐδὲ A pr. οὐ γὰρ ΝA corr. 18 διαφθαρεὶς A corr.2 δὲ φθαρεὶς N (A pr.?) 19 ἑκ. ἢ ἀκ. NA pr. 21 μηδεμιᾶς A corr.2 μηδὲ δϊ Ν μηδὲ ... A pr. 23 εἰ δὲ δὴ θεία] . δε ... θεια A pr. εἰ δὲ θεία A corr.2 ἡ δὲ ἀλήθεια N 25 οὐ supra versum A, om. N 32 δίδωσί A
(10) ὡς δὲ οὐδὲ τῆς ἁμαρτίας οὐδὲ τοῦ ἀκουσίως ἀποκτεῖναι, ἐξ ὧν αὐτοὶ λέγουσιν, ἀπολύεται, ἀλλὰ κοινὰ ἀμφότερα ταῦτα ἀμφοῖν αὐτοῖν ἐστι, δηλώσω. εἴπερ ὁ παῖς διὰ τὸ ὑπὸ τὴν φορὰν τοῦ ἀκοντίου ὑπελθεῖν καὶ μὴ ἀτρέμας ἑστάναι φονεὺς αὐτὸς αὐτοῦ 5 δίκαιος εἶναί ἔστιν, οὐδὲ τὸ μειράκιον καθαρὸν τῆς αἰτίας ἐστίν, ἀλλʼ εἴπερ τούτου μὴ ἀκοντίζοντος ἀλλʼ ἀτρέμα ἑστῶτος ἀπέθανεν ὁ παῖς· ἐξ ἀμφοῖν δὲ τοῦ φόνου γενομένου, ὁ μὲν παῖς εἰς αὑτὸν ἁμαρτῶν μᾶλλον ἢ κατὰ τὴν ἁμαρτίαν αὑτὸν τετιμώρηται, τέθνηκε γάρ, ὁ δὲ συλλήπτωρ καὶ κοινωνὸς εἰς τοὺς οὐ προσήκοντας τῆς 10 ἁμαρτίας γενόμενος πῶς δίκαιος ἀζήμιος ἀποφυγεῖν ἐστιν;
(11) ἐκ δὲ τῆς αὐτῶν τῶν ἀπολογουμένων ἀπολογίας μετόχου τοῦ μειρακίου τοῦ φόνου ὄντος, οὐκ ἂν δικαίως οὐδὲ ὁσίως ἀπολύοιτε αὐτόν. οὔτε γὰρ ἡμεῖς, οἱ διὰ τὴν τούτων ἁμαρτίαν διαφθαρέντες, αὐθένται καταγνωσθέντες ὅσια ἀλλʼ ἀνόσιʼ ἂν πάθοιμεν 15 ὑφʼ ὑμῶν· οὔθʼ οἱ θανατώσαντες ἡμᾶς μὴ εἰργόμενοι τῶν οὐ προσηκόντων εὐσεβοῖντʼ ἂν ὑπὸ τῶν ἀπολυσάντων τοὺς ἀνοσίους. πάσης δʼ ὑπὲρ πάντων τῆς κηλῖδος εἰς ὑμᾶς ἀναφερομένης, πολλὴ εὐλάβεια ὑμῖν τούτων ποιητέα ἐστί· καταλαβόντες μὲν γὰρ αὐτὸν καὶ εἴρξαντες ὧν ὁ νόμος εἴργει, καθαροὶ τῶν ἐγκλημάτων ἔσεσθε, 20 ἀπολύσαντες δὲ ὑπαίτιοι καθίστασθε. (12) τῆς οὖν ὑμετέρας εὐσεβείας ἕνεκα καὶ τῶν νόμων ἀπάγοντες τιμωρεῖσθε αὐτόν, αὐτοί τε μὴ μεταλάβητε τῆς τούτου μιαρίας, ἡμῖν τε τοῖς γονεῦσιν, οἳ ζῶντες κατορωρύγμεθα ὑπʼ αὐτοῦ, δόξῃ γοῦν ἐλαφροτέραν τὴν συμφoρὰν καταστήσατε.
25 δ
(1) τοῦτον μὲν εἰκὸς πρὸς τὴν ἑαυτοῦ κατηγορίαν προσέχοντα τὸν νοῦν μὴ μαθεῖν τὴν ἀπολογίαν μου, ὑμᾶς δὲ χρή, γιγνώσκοντας, ὅτι ἡμεῖς μὲν οἱ ἀντίδικοι κατʼ εὔνοιαν κρίνοντες τὸ πρᾶγμα εἰκότως δίκαια ἑκάτεροι αὑτοὺς οἰόμεθα λέγειν, ὑμᾶς δὲ ὁσίως ὁρᾶν προσήκει 30 τὰ πραχθέντα· ἐκ τῶν λεγομένων γὰρ ἡ ἀλήθεια σκεπτέα αὐτῶν ἐστίν. (2) ἐγὼ δέ, εἰ μέν τι ψεῦδος εἴρηκα, ὁμολογῶ καὶ τὰ ὀρθῶς εἰρημένα προσδιαβάλλειν ἄδικα εἶναι. εἰ δὲ ἀληθῆ μέν, λεπτὰ δὲ
1 τοῦδε τοῦ (τῶ A corr.2) NA 4 ἐλθεῖν A 8 ἑαυτὸν A 12 ὄντος τοῦ φ. A 15.16 οὐ προσηκόντων] . . προσηκο . . τον A pr. προσηκόντων A corr.2, N 17 εἰς ἡμᾶς A pr. 18 εὐλάβεια A corr.2 εὐσέθεια NA pr. ἡμῖν A pr. 20 ἡμετέρας A pr. 23 κατωρύγμεθα 27 γιγνώσκειν A corr.2
καὶ ἀκριβῆ, οὐκ ἐγὼ ὁ λέγων ἀλλʼ ὁ πράξας τὴν ἀπέχθειαν αὐτῶν δίκαιος φέρεσθαί ἐστι.
(3) θέλω δὲ πρῶτον ὑμᾶς μαθεῖν, ὅτι οὐκ ἐάν τις φάσκῃ ἀποκτεῖναι, τοῦτʼ ἔστιν, ἀλλʼ ἐάν τις ἐλεγχθῇ. οὗτος δὲ ὁμολογῶν 5 τὸ ἔργον ὡς ἡμεῖς λέγομεν γενέσθαι, ὐπὲρ τοῦ ἀποκτείναντος ἀμφισβητεῖ, ὃν ἀδύνατον ἀλλαχόθεν ἢ ἐκ τῶν πραχθέντων δηλοῦσθαι. (4) σχετλιάζει δὲ κακῶς ἀκούειν φάσκων τὸν παῖδα, εἰ μήτε ἀκοντίσας μήτε ἐπινοήσας αὐθέντης ὢν ἀποδείκνυται, καὶ οὐ πρὸς τὰ λεγόμενα ἀπολογεῖται. οὐ γὰρ ἀκοντίσαι οὐδὲ βαλεῖν αὑτόν 10 φημι τὸν παῖδα, ἀλλʼ ὑπὸ τὴν πληγὴν τοῦ ἀκοντίου ὑπελθόντα οὐχ ὑπὸ τοῦ μειρακίου ἀλλʼ ὑφʼ ἑαυτοῦ διαφθαρῆναι· οὐ γὰρ ἀτρεμίζων ἀπέθανε. τῆς δὲ διαδρομῆς αἰτίας ταύτης γενομένης, εἰ μὲν ὑπὸ τοῦ παιδοτρίβου καλούμενος διέτρεχεν, ὁ παιδοτρίβης ἂν ἀποκτείνας αὐτὸν εἴη, εἰ δʼ ὑφʼ ἑαυτοῦ πεισθεὶς ὑπῆλθεν, αὐτὸς 15 ὑφʼ ἐαυτοῦ διέφθαρται. (5) θέλω δὲ μὴ πρότερον ἐπʼ ἄλλον λόγον ὁρμῆσαι, ἢ τὸ ἔργον ἔτι φανερώτερον καταστῆσαι, ὁποτέρου αὐτῶν ἐστι. τὸ μὲν μειράκιον οὐδενὸς μᾶλλον τῶν συμμελετόντων ἐστὶ τοῦ σκοποῦ ἁμαρτόν, οὐδὲ τῶν ἐπικαλουμένων τι διὰ τὴν αὑτοῦ ἁμαρτίαν δέδρακεν· ὁ δὲ παῖς οὐ ταὐτὰ τοῖς συνθεωμένοις δρῶν, 20 ἀλλʼ εἰς τὴν ὁδὸν τοῦ ἀκοντίου ὑπελθὼν, σαφῶς δηλοῦται παρὰ τὴν αὑτοῦ ἀμαρτίαν περισσοτέροις παθήμασι τῶν ἀτρεμιζόντων περιπεσών. ὃ μὲν γὰρ εἰς οὐδένʼ ἂν ἥμαρτε, μηδενὸς ὑπὸ τὸ βέλος ὑπελθόντος αὐτῶ· ὃ δʼ οὐκ ἂν ἐβλήθη μετὰ τῶν θεωμένων ἑστώς. (6) ὡς δʼ οὐδενὸς μᾶλλον τῶν συνακοντιζόντων μέτοχός ἐστι τοῦ 25 φόνου, διδάξω. εἰ γὰρ διὰ τὸ τοῦτον ἀκοντίζειν ὁ παῖς ἀπέθανε, πάντες ἂν οἱ συμμελετῶντες συμπράκτορες εἴησαν τῆς αἰτίας· οὗτοι γὰρ οὐ διὰ τὸ μὴ ἀκοντίζειν οὐκ ἔβαλον αὐτόν, ἀλλὰ διὰ τὸ μηδενὶ ὑπὸ τὸ ἀκόντιον ὑπελθεῖν· ὁ δὲ νεανίσκος οὐδὲν περισσὸν τούτων ἁμαρτών, ὁμοίως τούτοις οὐκ ἂν ἔβαλεν αὐτὸν ἀτρέμα σὺν τοῖς 30 θεωμένοις ἑστῶτα. (7) ἔστι δὲ οὐδὲ τὸ ἁμάρτημα τοῦ παιδὸς μόνον, ἀλλὰ καὶ ἡ ἀφυλαξία. ὃ μὲν γάρ, οὐδένα ὁρῶν διατρέχοντα, πῶς ἂν ἐφυλάξατο μηδένα βαλεῖν; ὃ δʼ ἰδὼν τοὺς ἀκοντίζοντας εὐπετῶς ἂν ἐφυλάξατo {μηδένα μὴ βαλεῖν}. ἐξῆν γὰρ αὐτῷ ἀτρέμα
1 ἐπάχθειαν N 3 ὑμᾶς πρῶτον A 8 μήτʼ (μήτε N) ἐπινοήσας ΝA. corr.1 μήθʼ ὑπονοήσας A pr. ἀποδέδεικται A 10 ὐπελθόντα A corr. 12 γινομένης 13 καλούμενον ΝA pr. 18 τίς A pr. 20 ἐπελθὼν A pr. 21 ἁμαρτήμασι NA pr. ἀτυχήμυασι A corr.2 22 γὰρ ἀφεὶς οὐδὲν 23 ὑπελθόντος· αὐτὸς δʼ 27 μηδένα 30 ἔστι NA corr. ἔτι A pr.
ἑστάναι. (8) τὸν δὲ νόμον, ὃν παραφέρουσιν, ἐπαινεῖν δεῖ. ὀρθῶς γὰρ καὶ δικαίως τοὺς ἀκουσίως ἀποκτείναντας ἀκουσίοις παθήμασι κολάζει. τὸ μὲν οὖν μειράκιον, ἀναμάρτητον ὄν, οὐκ ἂν δικαίως ὑπὲρ τοῦ ἁμαρτόντος κολάζοιτο· ἱκανὸν γὰρ αὐτῷ ἐστι τὰς αὑτοῦ 5 ἁμαρτίας φέρειν· ὁ δὲ παῖς ταῖς αὑτοῦ ἁμαρτίαις διαφθαρείς, ἅμα ἥμαρτέ τε καὶ ὑφʼ ἑαυτοῦ ἐκολάσθη. κεκολασμένου δέ τοῦ ἀποκτείναντος, οὐκ ἀτιμώρητος ὁ φόνος ἐστίν. (9) ἔχοντός γε δὴ τὴν δίκην τοῦ φονέως, οὐκ ἐὰν ἀπολύσητε ἡμᾶς, ἀλλʼ ἐὰν καταλάβητε, ἐνθύμιον ὑπολείψεσθε. ὁ μὲν γὰρ αὐτὸς τὰς αὑτοῦ ἁμαρτίας 10 φέρων οὐδενὶ οὐδὲν προστρόπαιον καταλείψει· ὁ δὲ καθαρὸς τῆς αἰτίας ὅδε ἐὰν φθαρῇ, τοῖς καταλαμβάνουσι μεῖζον τὸ ἐνθύμιον γενήσεται. εἰ δὲ αὐθέντης ἐκ τῶν λεγομένων ἐπιδείκνυται, οὐχ ἡμεῖς αὐτῷ οἱ λέγοντες αἴτιοί ἐσμεν, ἀλλʼ ἡ πρᾶξις τῶν ἔργων. (10) ὀρθῶς δὲ τῶν ἐλέγχων ἐλεγχόντων τὸν παῖδα αὐθέντην ὄντα, 15 ὁ νόμος ἀπολύων ἡμᾶς τῆς αἰτίας τὸν ἀποκτείναντα καταλαμβάνει. μήτε οὖν ἡμᾶς εἰς μὴ προσηκούσας συμφορὰς ἐμβάλητε μήτε αὐτοὶ ταῖς τούτων ἀτυχίαις βοηθοῦντες ἐναντία τοῦ δαίμονος γνῶτε, ἀλλʼ ὥσπερ ὅσιον καὶ δίκαιον, μεμνημένοι τοῦ πάθους ὅτι διὰ τὸν ὑπὸ τὴν φορὰν τοῦ ἀκοντίου ὑπελθόντα ἐγένετο, ἀπολύετε ἡμᾶς· 20 οὐ γὰρ αῖτιοι τοῦ φόνου ἐσμέν.
Tetral. III
α
(1) νενόμισται μὲν ὀρθῶς τὰς φονικὰς δίκας περὶ πλείστου τοὺς κρίνοντας ποιεῖσθαι διώκειν τε καὶ μαρτυρεῖν κατὰ τὸ δίκαιον, μήτε τοὺς ἐνόχους ἀφιέντας μήτε τοὺς καθαροὺς εἰς ἀγῶνα 25 καθιστάντας. (2) ὅ τε γὰρ θεὸς βουλόμενος ποιῆσαι τὸ ἀνθρώπινον φῦλον τοὺς πρώτους γενομένους ἔφυσεν ἡμῶν, τροφέας τε παρέδωκε τὴν γῆν καὶ τὴν θάλασσαν, ἵνα μὴ σπάνει τῶν ἀναγκαίων προαποθνήσκοιμεν τῆς γηραιοῦ τελευτῆς. ὅστις οὖν τούτων ὑπὸ τοῦ θεοῦ ἀξιωθέντος τοῦ βίου ἡμῶν ἀνόμως τινὰ ἀποκτείνει, ἀσεβεῖ 30 μὲν περὶ τοὺς θεούς, συγχεῖ δὲ τὰ νόμιμα τῶν ἀνθρώπων. (3) ὅ τε γὰρ ἀποθανών, στερόμενος ὧν ὁ θεὸς ἔδωκεν αὐτῷ, εἰκότως
7 δὴ om. A 8 οὐκ ἐὰν οὖν A corr.2 8.9 καταλάβοιτε A 9 γὰρ om. N ἑαυτοῦ N 11 ὃς δὲ ἐὰν φθαρῇ NA pr. ὃς ἐὰν διαφθαρῇ A corr.2 19 ἐγένετο A corr.2 ἐγένετο ἀπολέσθαι N Apr. 26 φῦλον N γένος A πρῶτον A τροφέας τε καὶ ΝA pr. 27 τὴν2 om. N 29 ἀξιωθεὶς A corr.1
θεοῦ τιμωρίαν ὑπολείπει τὴν τῶν ἀλιτηρίων δυσμένειαν, ἥν οἱ παρὰ τὸ δίκαιον κρίνοντες ἢ μαρτυροῦντες, συνασεβοῦντες τῷ ταῦτα δρῶντι, οὐ προσῆκον μίασμα εἰς τοὺς ἰδίους οἴκους εἰσάγονται. (4) ἡμεῖς τε οἱ τιμωροὶ τῶν διεφθαρμένων, εἰ διʼ ἄλλην τινὰ ἔχθραν 5 τοὺς ἀναιτίους διώκοιμεν, τῷ μὲν ἀποθανόντι οὐ τιμωροῦντες δεινοὺς ἀλιτηρίους ἕξομεν τοὺς τῶν ἀποθανόντων προστροπαίους, τοὺς δὲ καθαροὺς ἀδίκως ἀποκτείνοντες ἔνοχοι τοῦ φόνου τοῖς ἐπιτιμίοις ἐσμέν, ὑμᾶς τε ἄνομα δρᾶν πείθοντες καὶ τοῦ ὑμετέρου ἁμαρτήματος ὑπαίτιοι γιγνόμεθα. (5) ἐγὼ μὲν οὖν δεδιὼς ταῦτα, 10 εἰς ὑμᾶς παράγων τὸν ἀσεβήσαντα καθαρὸς τῶν ἐγκλημάτων εἰμί· ὑμεῖς δὲ ἀξίως τῶν προειρημένων τῇ κρίσει προσσχόντες τὸν νοῦν, ἀξίαν δίκην τοῦ πάθους τῷ εἰργασμένῳ ἐπιθέντες, ἅπασαν τὴν πόλιν καθαρὰν τοῦ μιάσματος καταστήσετε. (6) εἰ μὲν γὰρ ἄκων ἀπέκτεινε τὸν ἄνδρα, ἄξιος ἂν ἦν συγγνώμης τυχεῖν τινος· ὕβρει 15 δὲ καὶ ἀκολασίᾳ παροινῶν εἰς ἄνδρα πρεσβύτην, τύπτων τε καὶ πνίγων ἕως τῆς ψυχῆς ἀπεστέρησεν αὐτόν, ὡς μὲν ἀποκτείνας τοῦ φόνου τοῖς ἐπιτιμίοις ἔνοχός ἐστιν, ὡς δὲ συγχέων ἅπαντα τῶν γεραιοτέρων τὰ νόμιμα οὐδενὸς ἁμαρτεῖν, οἷς οἱ τοιοῦτοι κολάζονται, δίκαιός ἐστιν. (7) ὁ μὲν τοίνυν νόμος ὀρθῶς ὑμῖν τιμωρεῖσθαι 20 παραδίδωσιν αὐτόν· τῶν δὲ μαρτύρων ἀκηκόατε, οἳ παρῆσαν παροινοῦντι αὐτῷ. ὑμᾶς δὲ χρὴ τῇ τε ἀνομίᾳ τοῦ παθήματος ἀμύνοντας τήν τε ὕβριν κολάζοντας ἀξίως τοῦ πάθους, τὴν βουλεύσασαν ψυχὴν ἀνταφελέσθαι αὐτόν.
β
25 (1) ὅτι μὲν βραχεῖς τοὺς λόγους ἐποιήσαντο, οὐ θαυμάζω αὐτῶν· οὐ γὰρ ὡς μὴ πάθωσιν ὁ κίνδυνος αὐτοῖς ἐστιν, ἀλλʼ ὡς ἐμὲ μὴ δικαίως διʼ ἔχθραν διαφθείρωσιν. ὅτι δʼ ἐξισοῦν τοῖς μεγίστοις ἐγκλήμασιν ἤθελον τὸ πρᾶγμα, οὗ ὁ ἀποθανὼν αὑτῷ αἴτιος καὶ μᾶλλον ἢ ἐγὼ ἐγένετο, εἰκότως ἂν ἀγανακτεῖν μοι δοκῶ. ἄρχων 30 γὰρ χειρῶν ἀδίκων καὶ παροινῶν εἰς ἄνδρα πολὺ αὑτοῦ σωφρονέστερον, οὐχ αὑτῷ μόνον τῆς συμφορᾶς, ἀλλὰ καὶ ἐμοὶ τοῦ ἐγκλήματος αἴτιος ἐγένετο. (2) οἶμαι μὲν οὖν ἔγωγε οὔτε δίκαια τούτους οὔθʼ ὅσια δρᾶν ἐγκαλοῦντας ἐμοί. τὸν γὰρ ἄρξαντα τῆς πληγῆς,
4 ὑμεῖς A pr. 11 προσεχόντες N προσέχοντες A 12 τοῦ πάθους om. A pr. τῶν εἰργασμένων A pr. 17.18 τὸν γηραιότερον N 19 οἱ - νόμοι N corr.2 20 παραδιδοῦσιν N 28 αὑτῷ om. A pr. 31.32 αἴτιος τοῦ ἐγκλήματος γέγονεν A 33 ἐμοῦ A pr.
εἰ μὲν σιδήρῳ ἢ λίθῳ ἢ ξύλῳ ἠμυνάμην αὐτόν, ἠδίκουν μὲν οὐδʼ οὕτως - οὐ γὰρ ταὐτὰ ἀλλὰ μείζονα καὶ πλείονα δίκαιοι οἱ ἄρχοντες ἀντιπάσχειν εἰσί -· ταῖς δὲ χερσὶ τυπτόμενος ὑπʼ αὐτοῦ, ταῖς χερςὶν ἅπερ ἔπασχον ἀντιδρῶν, πότερα ἠδίκουν; (3) εἶἑν· 5 ἐρεῖ δὲ ‘ἀλλʼ ὁ νόμος εἴργων μήτε δικαίως μήτε ἀδίκως ἀποκτείνειν ἔνοχον τοῦ φόνου τοῖς ἐπιτιμίοις ἀποφαίνει σε ὄντα· ὁ γὰρ ἀνὴρ τέθνηκενʼ. ἐγὼ δὲ δεύτερον καὶ τρίτον οὐκ ἀποκτεῖναί φημι. εἰ μὲν γὰρ ὑπὸ τῶν πληγῶν ὁ ἀνὴρ παραχρῆμα ἀπέθανεν, ὑπʼ ἐμοῦ μέν, δικαίως δʼ ἂν ἐτεθνήκει - οὐ γὰρ ταὐτὰ ἀλλὰ μείζονα καὶ 10 πλείονα οἱ ἄρξαντες δίκαιοι ἀντιπάσχειν εἶσί -: (4) νῦν δὲ πολλαῖς ἡμέραις ὕστερον μοχθηρῷ ἰατρῷ ἐπιτρεφθεὶς διὰ τὴν τοῦ ἰατροῦ μοχθηρίαν καὶ οὐ διὰ τὰς πληγὰς ἀπέθανε. προλεγόντων γὰρ αὐτῷ τῶν ἄλλων ἰατρῶν, εἰ ταύτην τὴν θεραπείαν θεραπεύσοιτο, ὅτι ἰάσιμος ὢν διαφθαρήσοιτο, διʼ ὑμᾶς τοὺς συμβούλους 15 διαφθαρεὶς ἐμοὶ ἀνόσιον ἔγκλημα προσέβαλεν. (5) ἀπολύει δέ με καὶ ὁ νόμος καθʼ ὃν διώκομαι. τὸν γὰρ ἐπιβουλεύσαντα κελεύει φονέα εἶναι. ἐγὼ μὲν οὖν πῶς ἂν ἐπεβούλευσά τι αὐτῷ, ὅ τι μὴ καὶ ἐπεβουλεύθην ὑπʼ αὐτοῦ; τοῖς γὰρ αὐτοῖς ἀμυνόμενος αὐτὸν καὶ τὰ αὐτὰ δρῶν ἅπερ ἔπασχον, σαφές ὅτι τὰ αὐτὰ ἐπεβούλευσα καὶ 20 ἐπεβουλεύθην. (6) εἰ δέ τις ἐκ τῶν πληγῶν τὸν θάνατον οἰόμενος γενέσθαι φονέα με αὐτοῦ ἡγεῖται εἶναι, ἀντιλογισάσθω, ὅτι διὰ τὸν ἄρξαντα αἱ πληγαὶ γενόμεναι τοῦτον αἴτιον τοῦ θανάτου καὶ oὐκ ἐμὲ ἀποφαίνουσιν ὄντα· οὐ γὰρ ἄν ἡμυνάμην μὴ τυπτόμενος ὑπʼ αὐτοῦ. ἀπολυόμενος δὲ ὑπό τε τοῦ <νόμου ὑπό τε τοῦ> 25 ἄρξαντος τῆς πληγῆς, ἐγὼ μὲν οὐδενὶ τρόπῳ φονεὺς αὐτοῦ εἰμι, ὁ δὲ ἀποθανών, εἰ μὲν ἀτυχίᾳ τέθνηκε, τῇ ἑαυτοῦ ἀτυχίᾳ κέχρηται - ἠτύχησε γὰρ ἄρξας τῆς πληγῆς -, εἰ δʼ ἀβουλίᾳ τινί, τῇ ἑαυτοῦ ἀβουλίᾳ διέφθαρται· οὐ γὰρ εὖ φρονῶν ἔτυπτέ με.
(7) ὡς μὲν οὖν οὐ δικαίως κατηγοροῦμαι, ἐπιδέδεικταί μοι· 30 ἐθέλω δὲ τοὺς κατηγοροῦντάς μου πᾶσιν οἷς ἐγκαλοῦσιν ἐνόχους αὐτοὺς ὄντας ἀποδεῖξαι. καθαρῷ μέν μοι τῆς αἰτίας ὄντι φόνον ἐπιβουλεύοντες, ἀποστεροῦντες δέ με τοῦ βίου ὃν ὁ θεὸς παρέδωκέ μοι, περὶ τὸν θεὸν ἀσεβοῦσιν· ἀδίκως δὲ θάνατον ἐπιβουλεύοντες τά τε νόμιμα συγχέουσι φονῆς τέ μου γίγνονται· ἀνοσίως δʼ ἀπο-
4 πότερα ἂν ΝA pr. 7 δὲ καὶ δεύτερον A corr.2 11 μοχθηρῷ Ν πονηρῷ A 13 εἰ A εἰς N 15 ἔγκλημα om. N 16 ἐπιβουλύοντα A pr. 17 ἐπιβουλεύσαιμι αὐτῷ εἰ μὴ 19 ἐβούλευσα X 21 εἶναι om. N 24 τε del. X corr.2 γε A 30 μου om. A pr. 31 μοι A τοι N 32 δέ μου A 34 φονεῖς
κτεῖναι ὑμᾶς με πείθοντες καὶ τῆς ὑμετέρας εὐσεβείας αὐτοὶ φονῆς εἰσι.
(8) τούτοις μὲν οὖν ὁ θεὸς ἐπιθείη τὴν δίκην· ὑμὰς δὲ χρὴ τὸ ὑμέτερον σκοποῦντας ἀπολῦσαί με μᾶλλον ἢ καταλαβεῖν βούλε- 5 σθαι. ἀδίκως μὲν γὰρ ἀπολυθείς, διὰ τὸ μὴ ὀρθῶς ὑμᾶς διδαχθῆναι ἀποφυγών, τοῦ μὴ διδάξαντος καὶ οὐχ ὑμέτερον τὸν προστρόπαιον τοῦ ἀποθανόντος καταστήσω· μὴ ὀρθῶς δὲ καταληφθεῖς ὑφʼ ὑμῶν, ὑμῖν καὶ οὐ τούτῳ τὸ μήνιμα τῶν ἀλιτηρίων προστρίψομαι. (9) ταῦτʼ οὖν εἰδότες, τουτοισὶ τὸ ἀσέβημα τοῦτο ἀναθέντες, αὐτοί 10 τε καθαροὶ τῆς αἰτίας γένεσθε ἐμέ τε ὁσίως καὶ δικαίως ἀπολύετε· οὕτω γὰρ ἂν καθαρώτατοι πάντες οἱ πολῖται εἴημεν.
γ
(1) τοῦτόν τε οὐ θαυμάζω ἀνόσια δράσαντα ὅμοια οἷς εἴργασται λέγειν, ὑμῖν τε συγγιγνώσκω βουλομένοις τὴν ἀκρίβειαν 15 τῶν πραχθέντων μαθεῖν τοιαῦτα ἀνέχεσθαι ἀκούοντας αὐτοῦ, ἃ ἐκβάλλεσθαι ἄξιά ἐστι. τὸν γὰρ ἄνδρα ὁμολογῶν τύπτειν τὰς πληγὰς ἐξ ὧν ἀπέθανεν, αὐτὸς μὲν τοῦ τεθνηκότος οὔ φησι φονεὺς εἶναι, ἡμᾶς δὲ τοὺς τιμωροῦντας αὐτῷ ζῶν τε καὶ βλέπων φονέας αὐτοῦ φησιν εἶναι. θέλω δὲ καὶ τἆλλα παραπλήσια ἀπολογηθέντα 20 τούτοις ἐπιδεῖξαι αὐτόν.
(2) εἶπε δὲ πρῶτον μέν, εἰ καὶ ἐκ τῶν πληγῶν ἀπέθανεν ὁ ἀνήρ, ὡς οὐκ ἀπέκτεινεν αὐτόν· τὸν γὰρ ἄρξαντα τῆς πληγῆς, τοῦτον αἴτιον τῶν πραχθέντων γενόμενον καταλαμβάνεσθαι ὑπὸ τοῦ νόμου, ἄρξαι δὲ τὸν ἀποθανόντα. μάθετε δὴ πρῶτον μέν, 25 ὅτι ἄρξαι καὶ παροινεῖν τοὺς νεωτέρους τῶν πρεσβυτέρων εἰκότερόν ἐστι· τοὺς μὲν γὰρ ἥ τε μεγαλοφροσύνη τοῦ γένους ἥ τε ἀκμὴ τῆς ῥώμης ἥ τε ἀπειρία τῆς μέθης ἐπαίρει τῷ θυμῷ χαρίζεσθαι, τοὺς δὲ ἥ τε ἐμπειρία τῶν παροινουμένων ἥ τε ἀσθένεια τοῦ γήρως ἥ τε δύναμις τῶν νέων φοβοῦσα σωφρονίζει. (6) ὡς δὲ οὐδὲ 30 τοῖς αὐτοῖς ἀλλὰ τοῖς ἐναντιωτάτοις ἠμύνατο αὐτόν, αὐτὸ τὸ ἔργον σημαίνει. ὃ μὲν γὰρ ἀκμαζούσῃ τῇ ῥώμῃ τῶν χειρῶν χρώμενος ἀπέκτεινεν· ὃ δὲ ἀδυνάτως τὸν κρείσσονα ἀμυνόμενος, οὐδὲ σημεῖον οὐδὲν ὧν ἡμύνατο ὑπολιπὼν ἀπέθανεν. εἰ δὲ ταῖς χερσὶν ἀπέκτεινε καὶ οὐ σιδήρῳ, ὅσον αἱ χεῖρες οἰκειότεραι τοῦ σιδήρου τούτῳ
4 τὸ ἡμέτερον A pr. 5 διδαχθῆναι ὑμᾶς A 19 τὰ ἄλλα N 27 ῥώμης ΝA corr. ω . . ς (= ὥρας?) A pr. 28 παρανομουμένων 29 οὐ A 33 ὑπολιπὼν ὧν ἠμύνατο A ὧν ἠμ. ὑπολείπων N 34 τοῦ σιδ. οἰκ. A
εἰσί, τοσούτῳ μᾶλλον φονεύς ἐστιν. (4) ἐτόλμησε δὲ εἰπεῖν, ὡς ὁ ἄρξας τῆς πληγῆς καὶ μὴ διαφθείρας μᾶλλον τοῦ ἀποκτείναντος φονεύς ἐστι· τοῦτον γὰρ βουλευτὴν τοῦ θανάτου φησὶ γενέσθαι. ἐγὼ δὲ πολὺ τἀναντία τούτων φημί. εἰ γὰρ αἱ χεῖρες ἃ διανοούμεθα 5 ἑκάστῳ ἡμῶν ὑπουργοῦσιν, ὁ μὲν πατάξας καὶ μὴ ἀποκτείνας τῆς πληγῆς βουλευτὴς ἐγένετο, ὁ δὲ θανασίμως τύπτων τοῦ θανάτου· ἐκ γὰρ ὧν ἐκεῖνος διανοηθεὶς ἔδρασεν, ὁ ἀνὴρ τέθνηκεν. ἔστι δὲ ἡ μὲν ἀτυχία τοῦ πατάξαντος, ἡ δὲ συμφορὰ τοῦ παθόντος. ὃ μὲν γὰρ ἐξ ὧν ἔδρασεν ἐκεῖνος διαφθαρείς, οὐ τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀλλὰ 10 τῇ τοῦ πατάξαντος χρησάμενος ἀπέθανεν· ὃ δὲ μείζω ὧν ἤθελε πράξας, τῇ ἑαυτοῦ ἀτυχίᾳ ὃν οὐκ ἤθελεν ἀπέκτεινεν. (5) ὑπὸ δὲ τοῦ ἰατροῦ φάσκων αὐτὸν ἀποθανεῖν, <οὐ> θαυμάζω ὅτι ὑφʼ ἡμῶν τῶν συμβουλευσάντων ἐπιτρεφθῆναί φησιν αὐτὸν διαφθαρῆναι. καὶ γὰρ ἂν εἰ μὴ ἐπετρέψαμεν, ὑπʼ ἀθεραπείας ἂν ἔφη διαφθαρῆναι 15 αὐτόν. εἰ δέ τοι καὶ ὑπὸ τοῦ ἰατροῦ ἀπέθανεν, ὡς oὐκ ἀπέθανεν, ὁ μὲν ἰατρὸς οὐ φονεῦς αὐτοῦ ἐστιν, ὁ γὰρ νόμος ἀπολύει αὐτόν, διὰ δὲ τὰς τούτου πληγὰς ἐπιτρεψάντων ἡμῶν αὐτῷ, πῶς ἂν ἄλλος τις ἢ ὁ βιασάμενος ἡμᾶς χρῆσθαι αὐτῷ φονεὺς εἴη ἄν;
(6) οὕτως δὲ φανερῶς ἐκ παντὸς τρόπου ἐλεγχόμενος 20 ἀποκτεῖναι τὸν ἄνδρα, εἰς τοῦτο τόλμης καὶ ἀναιδείας ἥκει, ὥστʼ οὐκ ἀρκοῦν αὐτῷ ἐστιν ὑπὲρ τῆς αὑτοῦ ἀσεβείας ἀπολογεῖσθαι, ἀλλὰ καὶ ἡμᾶς, οἳ τὸ τούτου μίασμα ἐπεξερχόμεθα, ἀθέμιστα καὶ ἀνόσια δρᾶν φησι. (7) τούτῳ μὲν οὖν πρέπει καὶ ταῦτα καὶ ἔτι τούτων δεινότερα λέγειν, τοιαῦτα δεδρακότι· ἡμεῖς δὲ τὸν θάνατον φανερὸν 25 ἀποδεικνύντες, τήν τε πληγὴν ὁμολογουμένην ἐξ ἧς ἀπέθανε, τόν τε νόμον εἰς τὸν πατάξαντα τὸν φόνον ἀνάγοντα, ἀντὶ τοῦ παθόντος ἐπισκήπτομεν ὑμῖν, τῷ τούτου φόνῳ τὸ μήνιμα τῶν ἀλιτηρίων ἀκεσαμένους πᾶσαν τὴν πόλιν καθαρὰν τοῦ μιάσματος καταστῆσαι.
δ
30 (1) ὁ μὲν ἀνήρ, οὐ καταγνοὺς αὐτὸς αὑτοῦ, ἀλλὰ τὴν σπουδὴν τῶν κατηγόρων φοβηθείς, ὑπαπέστη· ἡμῖν δὲ τοῖς φίλοις ζῶντι ἢ ἀποθανόντι εὐσεβέστερον ἀμύνειν αὐτῷ. ἄριστα μὲν οὖν αὐτὸς ἂν ὑπὲρ αὐτοῦ ἀπελογεῖτο· ἐπεὶ δὲ τάδε ἀκινδυνότερα ἔδοξεν εἶναι, ἡμῖν, οἷς μέγιστον ἂν πένθος γένοιτο στερηθεῖσιν αὐτοῦ, 35 ἀπολογητέον.
1 εἰσί] ἐστί A pr. 10 ἀπέθανεν A ἔπαθεν N cf. ad §7 12 θαυμάζω ὅτι οὐχ (οὐχ om. A pr.) 19 οὗτος NA pr. ἐλεγχ. ἐκ π. τρ. A 26.27 παθόντος A ἀποθανόντος N cf. ad § 4 34 ἡμῖν εἶναι
(2) δοκεῖ δέ μοι περὶ τὸν ἄρξαντα τῆς πληγῆς τὸ ἀδίκημα εἶναι. ὁ μὲν οὖν διώκων οὐκ εἰκόσι τεκμηρίοις χρώμενος τοῦτον τὸν ἄρξαντά φησιν εἶναι. εἰ μὲν γὰρ ὥσπερ βλέπειν μὲν τοῖν ὀφθαλμοῖν, ἀκούειν δέ τοῖς ὠσίν, οὕτω κατὰ φύσιν ἦν ὑβρίζειν 5 μὲν τοὺς νέους, σωφρονεῖν δὲ τοὺς γέροντας, οὐδὲν ἂν τῆς ὑμετέρας κρίσεως ἔδει· αὐτὴ γὰρ ἡ ἡλικία τῶν νέων κατέκρινε· νῦν δὲ πολλοὶ μὲν νέοι σωφρονοῦντες, πολλοὶ δὲ πρεσβῦται παροινοῦντες οὐδὲν μᾶλλον τῷ διώκοντι ἢ τῷ φεύγοντι τεκμήριον γίνονται. (3) κοινοῦ δὲ τοῦ τεκμηρίου ἡμῖν ὄντος <καὶ> τούτῳ, τῷ παντὶ προέχομεν· 10 οἱ γὰρ μάρτυρες τοῦτόν φασιν ἄρξαι τῆς πληγῆς. ἄρξαντος δὲ τούτου, καὶ τῶν ἄλλων πάντων <τῶν> κατηγορουμένων ἀπολύεται τῆς αἰτίας. εἴ τε γὰρ ὁ πατάξας, διὰ τὴν πληγὴν βιασάμενος ὑμᾶς ἐπιτρεφθῆναι ἰατρῷ, μᾶλλον τοῦ ἀποκτείναντος φονεὺς ἐστιν, ὁ ἄρξας τῆς πληγῆς φονεὺς γίγνεται. οὗτος γὰρ ἠνάγκασε τόν τε 15 ἀμυνόμενον ἀντιτύπτειν τόν τε πληγέντα ἐπὶ τὸν ἰατρὸν ἐλθεῖν. ἀνόσια γὰρ <ἂν> ὁ διωκόμενος πάθοι, εἰ μήτε ἀποκτείνας ὑπέρ τοῦ ἀποκτείναντος μήτε ἄρξας ὑπὲρ τοῦ ἄρξαντος φονεὺς ἔσται. (4) ἔστι δὲ οὐδὲ ὁ ἐπιβουλεύσας οὐδὲν μᾶλλον ὁ διωκόμενος τοῦ διώκοντος. εἰ <μὲν> γὰρ ὁ μὲν ἄρξας τῆς πληγῆς τύπτειν καὶ μὴ 20 ἀποκτείνειν διενοήθη, ὁ δὲ ἀμυνόμενος ἀποκτεῖναι, οὗτος ἂν ὁ ἐπιβουλεύσας εἴη. νῦν δὲ καὶ ὁ ἀμυνόμενος τύπτειν καὶ οὐκ ἀποκτεῖναι διανοηθεὶς ἥμαρτεν, εἰς ἃ οὐκ ἡβούλετο πατάξας. (5) τῆς μὲν οὖν πληγῆς βουλευτὴς ἐγένετο, τὸν δὲ θάνατον πῶς ἂν ἐπεβούλευσεν, ὅς γε ἀκουσίως ἐπάταξεν; οἰκεῖον δὲ καὶ τὸ ἀμάρτημα 25 τῷ ἄρξαντι μᾶλλον ἢ τῷ ἀμυνομένῳ ἐστίν. ὃ μὲν γὰρ ἃ ἔπασχεν ἀντιδρᾶν ζητῶν, ὑπʼ ἐκείνου βιαζόμενος ἐξήμαρτεν· ὃ δὲ διὰ τὴν ἑαυτοῦ ἀκολασίαν πάντα δρῶν καὶ πάσχων, καὶ τῆς ἑαυτοῦ καὶ τῆς ἐκείνου ἀμαρτίας <αἴτιος ὢν> δίκαιος φονεὺς εἶναί ἐστιν. (6) ὡς δὲ οὐδὲ κρεισσόνως ἀλλὰ πολὺ ὑποδεεστέρως ὧν ἔπασχεν ἠμύνετο, 30 διδάξω. ὃ μὲν ὑβρίζων καὶ παροινῶν πάντʼ ἔδρα καὶ οὐδὲν ἡμύνατο· ὃ δὲ μὴ πάσχειν ἀλλʼ ἀπωθεῖσθαι ζητῶν, ἅ τε ἔπασχεν ἀκουσίως ἔπασχεν, ἄ τʼ ἔδρασε τὰ παθήματα βουλόμενος διαφυγεῖν ἐλασσόνως ἢ κατʼ ἀξίαν τὸν ἄρξαντα ἠμύνετο, καὶ οὐκ ἔδρα. (7) εἰ δὲ κρείσσων
3 μὲν om. X 3.4 τοῖς ὀφθαλμοῖς A 6 τὸν νέον A corr.2 16 ὅτε διωκόμενος A pr. ὅ τε δ. N ὅ γε A corr. 17 ὑπέρ A corr.2 ὑπὸ NA pr. 18 μᾶλλον ἢ ὁ NA pr. 22 ἐβούλετο A 24 ὅν γε, καὶ om. A 27 αὐτοῦ A καὶ τῆς ἑαυτοῦ A om. N 29 κρεῖσσον ὢν NA pr. κρείσσων ὢν A corr.2 ὑποδεέστερος 31 ἑκουσίως A pr. 33 εἰ δὲ ΝA corr. οὐδὲ A pr.
ὢν τὰς χεῖρας κρεισσόνως ἠμύνετο ἢ ἔπασχεν, οὐδʼ οὕτω δίκαιος ὑφʼ ὑμῶν καταλαμβάνεσθαί ἐστι. τῷ μὲν γὰρ ἄρξαντι πανταχοῦ μεγάλα ἐπιτίμια ἐπίκειται, τῷ δὲ ἀμυνομένῳ οὐδαμοῦ οὐδὲν ἐπιτίμιον γέγραπται. (8) πρὸς δὲ τὸ μή<τε> δικαίως μήτε 5 ἀδίκως ἀποκτείνειν ἀποκέκριται· οὐ γὰρ ὑπὸ τῶν πληγῶν ἀλλʼ ὑπὸ τοῦ ἰατροῦ ὁ ἀνὴρ ἀπέθανεν, ὡς οἱ μάρτυρες μαρτυροῦσιν. ἔστι δὲ καὶ ἡ τύχη τοῦ ἄρξαντος καὶ οὐ τοῦ ἀμυνομένου. ὃ μὲν γὰρ ἀκουσίως πάντα δράσας καὶ παθὼν ἀλλοτρίᾳ τύχῃ κέχρηται· ὃ δὲ ἑκουσίως πάντα δράσας, ἐκ τῶν αὑτοῦ ἔργων τὴν τύχην 10 προσαγαγόμενος, τῇ αὑτοῦ ἀτυχίᾳ ἥμαρτεν.
(9) ὡς μὲν οὖν οὐδενὶ ἔνοχος τῶν κατηγορημένων ὁ διωκόμενός ἐστιν, ἀποδέδεικται. εἰ δέ τις κοινὴν μὲν τὴν πρᾶξιν, κοινὴν δὲ τὴν ἀτυχίαν αὐτῶν ἡγούμενος εἶναι, μηδὲν ἀπολύσιμον μᾶλλον ἢ καταλήψιμον ἐκ τῶν λεγομένων γιγνώσκει αὐτὸν ὄντα, καὶ οὕτως 15 ἀπολύειν μᾶλλον ἢ καταλαμβάνειν δίκαιός ἐστι. τόν τε γὰρ διώκοντα οὐ δίκαιον καταλαμβάνειν, μὴ σαφῶς διδάξαντα ὅτι ἀδικεῖται. τόν τε φεύγοντα ἀνόσιον ἁλῶναι, μὴ φανερῶς ἐλεγχθέντα ἃ ἐπικαλεῖται. (10) οὑτωσὶ δὲ ἐκ παντὸς τρόπου τῶν ἐγκλημάτων ἀπολυομένων τοῦ ἀνδρός, ἡμεῖς ὁσιώτερον ὑμῖν ἐπισκήπτομεν ὑπὲρ 20 αὐτοῦ, μὴ τὸν φονέα ζητοῦντας κολάζειν τὸν καθαρὸν ἀποκτείνειν. ὅ τε γὰρ ἀποκτείναντος τοῦ <ἰατροῦ> ἀποθανὼν οὐδὲν ἧσσον τοῖς αἰτίοις προστρόπαιός ἐστιν, οὗτός τε ἀνοσίως διαφθαρεὶς διπλάσιον καθίστησι τὸ μήνιμα τῶν ἀλιτηρίων τοῖς ἀποκτείνασιν αὐτόν. (11) ταῦτα οὖν δεδιότες, τὸν μὲν καθαρὸν ὑμέτερον ἡγεῖσθε εἶναι 25 ἀπολύειν τῆς αίτίας, τὸν δὲ μιαρὸν τῷ χρόνῳ ἀποδόντες φῆναι τοῖς ἔγγιστα τιμωρεῖσθαι ὑπολείπετε· οὕτω γὰρ ἂν δικαιότατα καὶ ὁσιώτατα πράξαιτʼ ἄν.
9.10 προαγόμενος 11 οὖν om. X 14 οὕτως A corr.2 οὐ τοῦ NA pr. 15 δίκαιόν A 19 περὶ A pr. 20 ἀποκτείνειν A pr. ζητεῖν ἀπ. ΝA corr.1 21 ἀποκτείνας - ἀποθανόντος 23 τὸ μίασμα 24 τὸ μὲν N 26 ὐπολίπετε A pr. ἂν om. A
Tetralogiae secundae argumentum iam Protagoras tractaverat teste Plutarcho (Pericl. 36).