XXIII. LYSIAS

1. Diοnys. Hal. I p. 8, 17 Us.-R.: (Lysias) πλείστους δὲ γράψας λόγους εἰς δικαστήριά τε καὶ βουλὰς καὶ πρὸς ἐκκλησίας εὐθέτους, πρὸς δὲ τούτοις πανηγυρικούς, ἐρωτικούς, ἐπιστολικούς.

2. Idem p. 11, 15: περὶ γὰρ δὴ τῶν ἐπιστολικῶν αὐτοῦ καὶ ἑταιρικῶν καὶ τῶν ἄλλων, οὓς μετὰ παιδιᾶς ἔγραψεν, οὐδὲν δέομαι λέγειν.

Epistularum pauca, quae supersunt, fragmenta Sauppe expressit Or. Att. II 210, cf. XXIII 17 adn. Epistulis multi post Spengelium (A.S. 126 sq.) etiam eum lusum adnumerant, quem Plato servavit Phaedr. 230 E sq. (infra B XXIII 17, cf. XXIII 8).

3. Idem p. 23, 16: καὶ θαυμάζειν ἄξιον, τί δήποτε παθὼν ὁ Θεόφραστος τῶν φορτικῶν καὶ περιέργων αὐτὸν οἴεται ζηλωτὴν γενέσθαι λόγων καὶ τὸ ποιητικὸν διώκειν μᾶλλον ἢ τὸ ἀληθινόν. ἐν γοῦν τοῖς περὶ λέξεως γραφεῖσι τῶν τε ἄλλων καταμέμφεται τῶν περὶ τὰς ἀντιθέσεις καὶ παρισώσεις καὶ παρομοιώσεις καὶ τὰ παραπλήσια τούτοις σχήματα διεσπουδακότων καὶ δὴ καὶ τὸν Λυσίαν ἐν τούτοις κατηρίθμηκε, τὸν ὑπὲρ Νικίου τοῦ στρατηγοῦ τῶν Ἀθηναίων λόγον, ὃν εἶπεν ἐπὶ Συρακουσίων αἰχμάλωτος ὥν, ὡς ὑπὸ τούτου γεγραμμένον τοῦ ῥήτορος παρατιθείς (v. i. 16).

4. Cic. Brut. 12, 48 (… ait Aristoteles...) Lysiam primο profiteri solitum artem esse dicendi.

V. supra Theodori fr. 3.

5. Plato Phaedr. 269 D: ὅσον δὲ αὐτοῦ τέχνη (sc. τοῦ ῥήτορος), οὐχ ᾗ Λυσίας τε καὶ Θρασύμαχος πορεύεται, δοκεῖ μοι φαίνεσθαι ἡ μέθοδος.

2 Γοργίας Ficinus, Τεισίας Schaefer

6. Plato Phaedr. 257 C (de Lysia): καὶ γάρ τις αὐτόν, ὦ θαυμάσιε, ἔναγχος τῶν πολιτικῶν τοῦτʼ αὐτὸ λοιδορῶν ὠνείδιζε καὶ διὰ πάσης τῆς λοιδορίας ἐκάλει λογογράφον.

7. Ibid. 228 A: οἴει με, ἃ Λυσίας ἐν πολλῷ χρόνῳ κατὰ σχολὴν συνέθηκε δεινότατος ὢν τῶν νῦν γράφειν, ταῦτα ἰδιώτην ὄντα ἀπομνημονεύσειν ἀξίως ἐκείνου;

8. Hermias ad Platonis Phaedr. p. 35, 19 (p. 77 Ast): εἰδέναι δὲ δεῖ, ὅτι αὐτοῦ Λυσίου ὁ λόγος οὗτός ἐστι καὶ φέρεται ἐν ταῖς Ἐπιστολαῖς ταῖς ἐκείνου εὐδοκιμοῦσα καὶ αὕτη ἡ ἐπιστολή. βούλεται δέ, ἃ πρὸς παρόντα εἶπε τὸν Φαῖδρον, καὶ ἀπόντα αὐτὸν ὑπομνῆσαι.

9. Sud. lex. s. v. Λυσίας: ἔγραψε δὲ καὶ τέχνας ῥητορικὰς καὶ δημηγορίας ἐγκώμιά τε καὶ ἐπιταφίους καὶ ἐπιστολὰς ζ’, μίαν μὲν πραγματικήν, τὰς δὲ λοιπὰς ἐρωτικάς, ὧν αἱ πέντε πρὸς μειράκια.

10. [Plut.] Vit. X οr. 836 b (Lysias): εἰσὶ δʼ αὐτῷ καὶ τέχναι ῥητορικαὶ πεποιημέναι καὶ δημηγορίαι, ἐπιστολαί τε καὶ ἐγκώμια καὶ ἐπιτάφιοι καὶ ἐρωτικοὶ καὶ Σωκράτους ἀπολογία ἐστοχασμένη τῶν δικαστῶν.

Τέχνας ῥητορικάς omittit Photius p. 488 Bkk.

11. Quint. inst. II 17, 5: quidam naturalem esse rhetoricen volunt et tamen adiuvari exercitatione non diffitentur, ut in libris Ciceronis de oratore dicit Antonius: observationem quandam esse, non artem… (6) hanc autem opinionem habuisse Lysias videtur.

Cf. Isocr. 15, 197.

12. Philod. rhet. II 122, fr. IV S: καὶ λέγουσι τὸν Ἰσοκράτην καὶ τὸν Γοργίαν καὶ τὸν Λυσίαν ὁμολογεῖν οὐκ ἔχειν ἐπιστήμην.

13. Schol. εἰς Στάσεις W IV 352, 5: σημειωτέον, ὡς ἐξετάζοντος τὸν πλοῦτον καὶ τὰ ἄλλα δεῖ τὰς κατασκευὰς αὐτῶν καθολικὰς εἶναι καὶ τρόπον τινὰ θετικάς. εἰσὶ γὰρ οἱ τοιοῦτοι τόποι γεγυμνασμένοι τῷ Λυσίᾳ ἐν ταῖς Παρασκευαῖς. λέγει γάρ, οἵους ἀπεργάζεται ἡ πενία καὶ οἵους τὸ πλουτεῖν, καὶ ἡ νεότης καὶ τὸ γῆρας.

Παρασκευάς intellegi, quae ab aliis vocantur Τέχναι ῥητορικαί, iure Spengel coniecit.

14. Lysias 24, 15: λέγει δʼ ὡς ὑβριστής εἰμι καὶ βίαιος καὶ λίαν ἀσελγῶς διακείμενος, ὥσπερ, εἰ φοβερῶς ὀνομάσαι, μέλλων ἀληθῆ λέγειν, ἀλλʼ οὐκ, ἂν πάνυ πρᾳόνως μηδὲ ψεύδηται, ταῦτα ποιήσων. ἐγὼ δʼ ὑμᾶς, ὦ βουλή, σαφῶς οἶμαι δεῖν διαγιγνώσκειν, 5 οἷς τʼ ἐγχωρεῖ τῶν ἀνθρώπων ὑβρισταῖς εἶναι καὶ οἷς οὐ προσήκει. οὐ γὰρ πενομένους καὶ λίαν ἀπόρως διακειμένους ὑβρίζειν εἰκός, ἀλλὰ τοὺς πολλῷ πλείω τῶν ἀναγκαίων κεκτημένους, οὐδὲ τοὺς ἀδυνάτους τοῖς σώμασιν ὄντας, ἀλλὰ τούς μάλιστα πιστεύοντας ταῖς αὑτῶν ῥώμαις, οὐδὲ τοὺς ἢδη προβεβηκότας τῇ ἡλικίᾳ, ἀλλὰ 10 τοὺς ἔτι νέους καὶ νέαις ταῖς διανοίαις χρωμένους. οἱ μέν γὰρ πλούσιοι τοῖς χρήμασιν ἐξωνοῦνται τοὺς κινδύνους, οἱ δὲ πένητες ὑπὸ τῆς παρούσης ἀπορίας σωφρονεῖν ἀναγκάζονται. καὶ οἱ μὲν νέοι συγγνώμης ἀξιοῦνται τυγχάνειν παρὰ τῶν πρεσβυτέρων, τοῖς δὲ γέρουσιν ἐξαμαρτάνουσιν ὁμοίως ἐπιτιμῶσιν ἀμφότεροι. καὶ τοῖς 15 μὲν ἰσχυροῖς ἐγχωρεῖ μηδὲν αὐτοῖς πάσχουσιν, οὕς ἂν βουληθῶσιν, ὑβρίζειν, τοῖς δὲ ἀσθενέσιν οὐκ ἔστιν οὔτε ὑβριζομένοις ἀμύνεσθαι τοὺς ὑπάρξαντας οὔτε ὑβρίζειν βουλομένοις περιγίγνεσθαι τῶν ἀδικουμένων.

13. 14 τοῖς δὲ ἑτέροις 17 τοὺς συνάρξαντας

Ex libro παρασκευῶν haec hausta esse non immerito coniecit Blass (Att. Bereds. I2 382, 1), cf. C 44. 45.

15. Quod Spengel coniecit Lysiae περὶ τῶν ἀνακαλυπτηρίων (fr. VII Th.) et περὶ τῆς ἀμβλώσεως (fr. X Th.) oratiοnes in libro παρασκευῶν infuisse, ex Theonis prοgymnasmatum verbis II 69, 5 sq. Sp. non sequitur, sed quod e Theone suspiceris, fuisse eas orationes in ficta causa theseos demonstrandae gratia scriptas Sauppe ad frg. Χ egregie confirmavit: μελέται fuerunt ideoque inter artes numerandae, v. seq.

16. Theophrastus apud Dionysium Hal. de Lysia p. 24, 9 Us.-R.: φαίνεται γὰρ ἀπρεπές, σπουδάζοντα τοῖς πράγμασι τοῖς ὀνόμασι παίζειν καὶ τὸ πάθος τῇ λέξει περιαιρεῖν. ἐκλύει γὰρ τὸν ἀκροατήν. οἷον, ὡς ὁ Λυσίας ἐν τῇ τοῦ Νικίου ἀπολογίᾳ βουλόμενος ἔλεον ποιεῖν· Ἑλλήνων κλαίω ἀμάχητον καὶ ἀναυμάχητον ὄλεθρον. ἱκέται μὲν αὐτοὶ τῶν θεῶν καθίζοντες, προδότας δὲ τῶν ὅρκων ὑμᾶς ἀποφαίνοντες, ἀνακαλοῦντες {τὲ} συγγένειαν, εὐμένειαν.

Exercitationis causa oratio videtur fuisse scripta, quo tempore Lysias orator nondum prodierat. Lysiae opus esse Dionysius negat.

17. Plato Phaedr. 230 E – 234 C (cf. supra 2 adn.): περὶ μὲν τῶν ἐμῶν πραγμάτων ἐπίστασαι, καὶ ὡς νομίζω συμφέρειν

[231] ἡμῖν γενομένων τούτων, ἀκήκοας. ἀξιῶ δὲ μὴ διὰ τοῦτο ἀτυχῆσαι ὧν δέομαι, ὅτι οὐκ ἐραστὴς ὤν σου τυγχάνω. ὡς ἐκείνοις μὲν τότε [5] μεταμέλει ὧν ἂν εὖ ποιήσωσιν, ἐπειδὰν τῆς ἐπιθυμίας παύσωνται. τοῖς δὲ οὐκ ἔστι χρόνος ἐν ᾧ μεταγνῶναι προσήκει. οὐ γὰρ ὑπʼ ἀνάγκης ἀλλʼ ἑκόντες, ὡς ἂν ἄριστα περὶ τῶν οἰκείων βουλεύσαιντο, πρὸς τὴν δύναμιν τὴν αὑτῶν εὖ ποιοῦσιν. ἔτι δὲ οἱ μὲν ἐρῶντες σκοποῦσιν ἅ τε κακῶς διέθεντο τῶν αὑτῶν διὰ τὸν ἔρωτα καὶ ἃ [b 10] πεποιήκασιν εὖ, καὶ ὃν εἶχον πόνον προστιθέντες ἡγοῦνται πάλαι τὴν ἀξίαν ἀποδεδωκέναι χάριν τοῖς ἐρωμένοις. τοῖς δὲ μὴ ἐρῶσιν οὔτε τὴν τῶν οἰκείων ἀμέλειαν διὰ τοῦτο ἔστιν προφασίζεσθαι, οὔτε τοὺς παρεληλυθότας πόνους ὑπολογίζεσθαι, οὔτε τὰς πρὸς τοὺς πρoσήκοντας διαφορὰς αἰτιάσασθαι· ὥστε περιῃρημένων τοσού[15]των κακῶν οὐδὲν ὑπολείπεται ἄλλʼ ἢ ποιεῖν προθύμως, ὅ τι ἂν αὐτοῖς οἴωνται πράξαντες χαριεῖσθαι. ἔτι δὲ εἰ διὰ τοῦτο ἄξιον [c] τοὺς ἐρῶντας περὶ πολλοῦ ποιεῖσθαι, ὅτι τούτους μάλιστά φασιν φιλεῖν ὧν ἂν ἐρῶσιν, καὶ ἕτοιμοί εἰσι καὶ ἐκ τῶν λόγων καὶ ἐκ τῶν ἔργων τοῖς ἄλλοις ἀπεχθανόμενοι τοῖς ἐρωμένοις χαρίζεσθαι, [20] ῥᾴδιον γνῶναι, εἰ ἀληθῆ λέγουσιν, ὅτι, ὅσων ἂν ὕστερον ἐρασθῶσιν, ἐκείνους αὐτῶν περὶ πλείονος ποιήσονται, καὶ δῆλον ὅτι, ἐὰν ἐκείνοις δοκῇ, καὶ τούτους κακῶς ποιήσουσιν. καίτοι πῶς εἰκός ἐστι [d] τοιοῦτον πρᾶγμα προέσθαι τοιαύτην ἔχοντι συμφοράν, ἥν οὐδʼ ἂν ἐπιχειρήσειεν οὐδεὶς ἔμπειρος ὢν ἀποτρέπειν; καὶ γὰρ αὐτοὶ ὁμο[25]λογοῦσι νοσεῖν μᾶλλον ἢ σωφρονεῖν, καὶ εἰδέναι ὅτι κακῶς φρονοῦσιν, ἀλλʼ οὐ δύνασθαι αὑτῶν κρατεῖν. ὥστε πῶς ἂν εὖ φρονήσαντες ταῦτα καλῶς ἔχειν ἡγήσαιντο, περὶ ὧν οὕτω διακείμενοι βεβούλευνται; καὶ μὲν δὴ εἰ μὲν ἐκ τῶν ἐρώντων τὸν βέλτιστον αἱροῖο, ἐξ ὀλίγων ἄν σοι ἡ ἔκλεξις εἴη. εἰ δὲ ἐκ τῶν ἄλλων τὸν σαυτῷ ἐπιτηδειότατον, ἐκ πολλῶν· ὥστε πολῦ πλείων ἐλπῖς ἐν τοῖς πολλοῖς [5 e] ὄντα τυχεῖν τὸν ἄξιον τῆς σῆς φιλίας. εἰ τοίνυν τὸν νόμον τὸν καθεστηκότα δέδοικας, μὴ πυθομένων τῶν ἀνθρώπων ὄνειδός σοι γένηται, εἰκός ἐστι τοὺς μὲν ἐρῶντας, οὕτως ἂν οἰομένους καὶ ὑπὸ [232] τῶν ἄλλων ζηλοῦσθαι ὥσπερ αὐτοὺς ὑφʼ αὑτῶν, ἐπαρθῆναι τῷ λέγειν καὶ φιλοτιμουμένους ἐπιδείκνυσθαι πρὸς ἅπαντας ὅτι οὐκ [10] ἄλλως αὐτοῖς πεπόνηται· τοὺς δὲ μὴ ἐρῶντας, κρείττους αὐτῶν ὄντας, τὸ βέλτιστον ἀντὶ τῆς δόξης τῆς παρὰ τῶν ἀνθρώπων αἱρεῖσθαι. ἔτι δὲ τοὺς μὲν ἐρῶντας πολλοὺς ἀνάγκη πυθέσθαι καὶ ἰδεῖν, ἀκολουθοῦντας τοῖς ἐρωμένοις καὶ ἔργον τοῦτο ποιουμένους, ὥστε [5] ὅταν ὀφθῶσι διαλεγόμενοι ἀλλήλοις, τότε αὐτοὺς οἴονται ἢ γεγενη[15]μένης ἢ μελλούσης ἔσεσθαι τῆς ἐπιθυμίας συνεῖναι· τοὺς δὲ μὴ ἐρῶντας οὐδʼ αἰτιᾶσθαι διὰ τὴν συνουσίαν ἐπιχειροῦσιν, εἰδότες ὅτι ἀναγκαῖόν ἐστιν ἢ διὰ φιλίαν τῳ διαλέγεσθαι ἢ διʼ ἄλλην τινὰ ἡδονήν. καὶ μὲν δὴ εἴ σοι δέος παρέστηκεν ἡγουμένῳ χαλεπὸν εἶναι φιλίαν συμμένειν, καὶ ἄλλῳ μὲν τρόπῳ διαφορᾶς γενομένης [20 c] κοινὴν <ἄν> ἀμφοτέροις καταστῆναι τὴν συμφοράν, προεμένου δέ σου ἃ περὶ πλείστου ποιῇ μεγάλην ἂν σοὶ βλάβην γενέσθαι, εἰκότως ἂν τοὺς ἐρῶντας μᾶλλον ἄν φοβοῖο. πολλὰ γὰρ αὐτούς ἐστι τὰ λυποῦντα, καὶ πάντʼ ἐπὶ τῇ αὑτῶν βλάβῃ νομίζουσι γίγνεσθαι. διόπερ καὶ τὰς πρὸς τοὺς ἄλλους τῶν ἐρωμένων συνουσίας ἀπο[25]τρέπουσιν, φοβούμενοι τοὺς μὲν οὐσίαν κεκτημένους, μὴ χρήμασιν αὐτοὺς ὑπερβάλωνται, τοὺς δὲ πεπαιδευμένους, μὴ συνέσει κρείτ[d]τους γένωνται· τῶν δὲ ἄλλο τι κεκτημένων ἀγαθὸν τὴν δύναμιν ἑκάστου φυλάττονται. πείσαντες μὲν οὖν ἀπεχθέσθαι σε τούτοις, εἰς ἐρημίαν φίλων καθιστᾶσιν· ἐὰν δὲ τὸ σεαυτοῦ σκοπῶν ἄμεινον [30] ἐκείνων φρονῇς, ἥξεις αὐτοῖς εἰς διαφοράν. ὅσοι δὲ μὴ ἐρῶντες ἔτυχον, ἀλλὰ διʼ ἀρετὴν ἔπραξαν ὧν ἐδέοντο, οὐκ ἂν τοῖς συνοῦσι φθονοῖεν, ἀλλὰ τοὺς μὴ ἐθέλοντας μισοῖεν, ἡγούμενοι ὑπʼ ἐκείνων μὲν ὑπερορᾶσθαι, ὑπὸ τῶν συνόντων δὲ ὠφελεῖσθαι. ὥστε πολὺ [e] πλείων ἐλπὶς φιλίαν αὐτοῖς ἐκ τοῦ πράγματος ἢ ἔχθραν γενήσεσθαι. [35] καὶ μὲν δὴ τῶν μὲν ἐρώντων πολλοὶ πρότερον τοῦ σώματος ἐπεθύμησαν ἢ τὸν τρόπον ἔγνωσαν καὶ τῶν ἄλλων οἰκείων ἔμπειροι

1 οὕτω] οὗτοι   βεβούλευνται] βούλονται    21 γενέσθαι T ἂν γενέσθαι B           22 μᾶλλον ἂν B μᾶλλον T     34 γενήσεσθαι B γενέσθαι T

ἐγένοντο, ὥστε ἄδηλον αὐτοῖς, εἰ ἔτι τότε βουλήσονται φίλοι εἶναι, [233] ἐπειδὰν τῆς ἐπιθυμίας παύσωνται. τοῖς δὲ μὴ ἐρῶσιν, οἳ καὶ πρότερον ἀλλήλοις φίλοι ὄντες ταῦτα ἔπραξαν, οὐκ ἐξ ὧν ἂν εὖ πάθωσι ταῦτα εἰκὸς ἐλάττω τὴν φιλίαν αὐτοῖς ποιῆσαι, ἀλλὰ ταῦτα μνη[5]μεῖα καταλειφθῆναι τῶν μελλόντων ἔσεσθαι. καὶ μὲν δὴ βελτίονί σοι προσήκει γενέσθαι ἐμοὶ πειθομένῳ ἢ ἐραστῇ. ἐκεῖνοι μὲν γὰρ καὶ παρὰ τὸ βέλτιστον τὰ τε λεγόμενα καὶ τὰ πραττόμενα ἐπαινοῦσιν, τὰ μὲν δεδιότες μὴ ἀπέχθωνται, τὰ δὲ καὶ αὐτοὶ χεῖρον διὰ τὴν [b] ἐπιθυμίαν γιγνώσκοντες. τοιαῦτα γὰρ ὁ ἔρως ἐπιδείκνυται· δυστυ[10]χοῦντας μέν, ἃ μὴ λύπην τοῖς ἄλλοις παρέχει, ἀνιαρὰ ποιεῖ νομίζειν· εὐτυχοῦντας δὲ καὶ τὰ μὴ ἡδονῆς ἄξια παρʼ ἐκείνων ἐπαίνου ἀναγκάζει τυγχάνειν· ὥστε πολὺ μᾶλλον ἐλεεῖν τοῖς ἐρωμένοις ἢ ζηλοῦν αὐτοὺς προσήκει: ἐὰν δέ μοι πείθῃ, πρῶτον μὲν οὐ τὴν παροῦσαν ἡδονὴν [c] θεραπεύων συνέσομαί σοι, ἀλλὰ καὶ τὴν μέλλουσαν ὠφελίαν ἔσεσθαι, [15] οὐχ ὑπʼ ἔρωτος ἡττώμενος, ἀλλʼ ἐμαυτοῦ κρατῶν, οὐδὲ διὰ σμικρὰ ἰσχυρὰν ἔχθραν ἀναιρούμενος, ἀλλὰ διὰ μεγάλα βραδέως ὀλίγην ὀργὴν ποιούμενος, τῶν μὲν ἀκουσίων συγγνώμην ἔχων, τὰ δὲ ἑκούσια πειρώμενος ἀποτρέπειν· ταῦτα γάρ ἐστι φιλίας πολὺν χρόνον ἐσομένης τεκμήρια. εἰ δʼ ἄρα σοι τοῦτο παρέστηκεν, ὡς οὐχ οἷόν τε [20] ἰσχυρὰν φιλίαν γενέσθαι ἐὰν μή τις ἐρῶν τυγχάνῃ, ἐνθυμεῖσθαι [d] χρὴ ὅτι οὔτʼ ἂν τοὺς ὑεῖς περὶ πολλοῦ ἐποιούμεθα οὔτʼ ἂν τοὺς πατέρας καὶ τὰς μητέρας, οὔτʼ ἂν πιστοὺς φίλους ἐκεκτήμεθα, οἳ οὐκ ἐξ ἐπιθυμίας τοιαύτης γεγόνασιν, ἀλλʼ ἐξ ἑτέρων ἐπιτηδευμάτων.

[25] τι δὲ εἰ χρὴ τοῖς δεομένοις μάλιστα χαρίζεσθαι, προσήκει καὶ τοῖς ἄλλοις μὴ τοὺς βελτίστους ἀλλὰ τοὺς ἀπορωτάτους εὖ ποιεῖν· μεγίστων γὰρ ἀπαλλαγέντες κακῶν πλείστην χάριν αὐτοῖς εἴσονται. καὶ μὲν δὴ καὶ ἐν ταῖς ἰδίαις δαπάναις οὐ τοὺς φίλους [e] ἄξιον παρακαλεῖν, ἀλλὰ τούς προσαιτοῦντας καὶ τούς δεομένους [30] πλησμονῆς· ἐκεῖνοι γὰρ καὶ ἀγαπήσουσιν καὶ ἀκολουθήσουσιν καὶ ἐπὶ τὰς θύρας ἥξουσι καὶ μάλιστα ἡσθήσονται καὶ οὐκ ἐλαχίστην χάριν εἴσονται καὶ πολλὰ ἀγαθὰ αὐτοῖς εὔξονται. ἀλλʼ ἴσως προσήκει οὐ τοῖς σφόδρα δεομένοις χαρίζεσθαι, ἀλλὰ τοῖς μάλιστα ἀποδοῦναι χάριν δυναμένοις· οὐδὲ τοῖς προσσαίνουσι μόνον, ἀλλὰ [234 35] τοῖς τοῦ πράγματος ἀξίοις· οὐδὲ ὅσοι τῆς σῆς ὥρας ἀπολαύσονται, ἀλλʼ οἵτινες πρεσβυτέρῳ γενομένῳ τῶν σφετέρων ἀγαθῶν μεταδώσουσιν· οὐδὲ οἳ διαπραξάμενοι πρὸς τοὺς ἄλλους φιλοτιμήσονται.

1 τότε T om. B 34 προσσαίνουσι] προσερῶσι B      ἐρῶσι T

ἀλλʼ οἵτινες αἰσχυνόμενοι πρὸς ἅπαντας σιωπήσονται· οὐδὲ τοῖς ὀλίγον χρόνον σπουδάζουσιν, ἀλλὰ τοῖς ὁμοίως διὰ παντὸς τοῦ βίου φίλοις ἐσομένοις· οὐδὲ οἵτινες παυόμενοι τῆς ἐπιθυμίας ἔχθρας πρόφασιν ζητήσουσιν, ἀλλʼ οἳ παυσαμένου τῆς ὥρας τότε [5 b] τὴν αὑτῶν ἀρετὴν ἐπιδείξονται. σὺ οὖν τῶν τε εἰρημένμων μέμνησο καὶ ἐκεῖνο ἐνθυμοῦ, ὅτι τοὺς μὲν ἐρῶντας οἱ φίλοι νουθετοῦσιν ὡς ὄντος κακοῦ τοῦ ἐπιτηδεύματος, τοῖς δὲ μὴ ἐρῶσιν οὐδείς πώποτε τῶν οἰκείων ἐμέμψατο ὡς διὰ τοῦτο κακῶς βουλευομένοις περὶ ἐαυτῶν.

[10] ἴσως ἂν οὖν ἔροιό με, εἰ ἅπασίν σοι παραινῶ τοῖς μὴ ἐρῶσι χαρίζεσθαι. ἐγὼ μὲν οἶμαι οὐδʼ ἂν τὸν ἐρῶντα πρὸς ἅπαντάς σε κελεύειν τοὺς ἐρῶντας ταύτην ἔχειν τὴν διάνοιαν. οὔτε γὰρ τῷ [c] λαμβάνοντι χάριτος ἴσης ἄξιον, οὔτε σοὶ βουλομένῳ τοὺς ἄλλους λανθάνειν ὁμοίως δυνατόν· δεῖ δὲ βλάβην μὲν ἀπʼ αὐτοῦ μηδεμίαν, ὠφελίαν δὲ ἀμφοῖν γίγνεσθαι. ἐγὼ μὲν οὖν ἱκανά μοι νομίζω τὰ [15] εἰρημένα· εἰ δέ τι σὺ ποθεῖς ἡγούμενος παραλελεῖφθαι, ἐρώτα.

4 παυσαμένου] παυσάμενοι BT         10 ἂν οὖν T μὲν οὖν B           11 ἐγὼ μὲν T ἐγὼ δὲ B          12 τῷ T τῷ λόγῳ B    13 ἴσης T οισης B             14 δεῖ T  αἰεὶ B    ἀπ’ B ἐπ’ T

Animi veros motus ostendit, quod Suda ex epistula Lysiae Laudat s. v. φαῦλον (Sauppe II 210 b): λέγων ὡς οὐ φιλῶ σε, φαυλότητά μου μεγίστην καταγιγνώσκεις, εἰ γὰρ ἦθος τοιοῦτον καὶ τρόπον καὶ ψυχὴν καὶ εὔνοιαν οὕτως ἀπροφάσιστον (trad. ἀπροφασίστως), ἔτι δὲ συνουσίας οἰκειότητα καὶ λόγων κοινωνίαν μὴ καθʼ ὑπερβολὴν ἀσπάζομαι, τίς γένοιτʼ ἂν ἐμοῦ ἀθλιώτερος, ὃς ἀναισθήτως ἔχω πρὸς τὸ φρονεῖν; Amoris documentum tam sincerum, tam nobile quis pro ludo accipiet? Quis animo non commotus leget? Ex epistula amatoria sumptum puto etiam quod Is. Tsetses ad Lycophr. v. 17 de Bellerophontis cum Chimaera certamine locutus addit: ἦν γὰρ προϊδόντα τινὰ καὶ τὸ πῦρ τῆς Χιμαίρας φυλάξασθαι, καθά φησι Λυσίας ὁ ῥήτωρ μυθικῶς (Or. Att. II 212 b 24). Ita ut cogitarem, movit me Xenophon, qui Cyrop. V 1, 16 Cyrum de amore dicentem facit: πυρὸς γάρ τοι ἔστι θιγόντα μὴ εὐθὺς κάεσθαι καὶ τὰ ξύλα οὐκ εὐθὺς ἀναλάμπει. ὅμως δʼ ἔγωγε οὔτε πυρὸς ἑκὼν εἶναι ἅπτομαι οὔτε τοὺς καλοὺς εἰσορῶ, οὐδέ γε σοὶ συμβουλεύω, ἔφη, ὦ Ἀράσπα, ἐν τοῖς καλοῖς ἐᾶν τὴν ὄψιν ἐνδιατρίβειν· ὡς τὸ μὲν πῦρ τοὺς ἁπτομένους κάει, οἱ δὲ καλοὶ καὶ τοὺς ἄπωθεν θεωμένους ὑφάπτουσιν, ὥστε αἴθεσθαι τῷ ἐρωτι. Conicias Lysiam dixisse Chimaerae quidem evitari posse flammae, minime vero amoris.