C. ANONYMA

1. Philod. rhet. I p. 223, 12 S.: πομπεύεται παρʼ αὐτοῖς (sc. apud rhetoricos sophistas) τὸ μητέρα τῶν μαθημάτων καὶ τῶν τεχνῶν εἶναι καί τινʼ ἐνθήκην καὶ ἀφετήριον τὴν ῥητορικὴν καὶ μᾶλλον ἔτι μετὰ τῆς πειθοῦς λαμβανομένην.

Ex encomio. Χenophon Oecon. V 17: καλῶς δὲ κἀκεῖνος εἶπεν, ὃς ἔφη τὴν γεμωργίαν τῶν ἄλλων τεχνῶν μητέρα καὶ τροφὸν εἶναι.

 

2. Plato Phaedr. 269 B: τὰ πρὸ τῆς τέχνης ἀναγκαῖα μαθήματα ἔχοντες ῥητορικὴν ᾠήθησαν ηὑρηκέναι καὶ ταῦτα δὴ διδάσκοντες ἄλλους ἡγοῦνταί σφισιν τελέως ῥητορικὴν δεδιδάχθαι, τὸ δὲ ἕκαστα τούτων πιθανῶς λέγειν τε καὶ τὸ ὅλον συνίστασθαι οὐδὲν ἔργον, αὐτοὺς <δὲ> δεῖν παρʼ ἑαυτῶν τοὺς μαθητάς σφων πορίζεσθαι ἐν τοῖς λόγοις.

5 ὡς οὐδὲν ἔργον ὃν Hermias

 

3. Aristot. top. 149 b 24: ἐνίοτε δʼ ὁρίζονται οὐ τὸ πρᾶγμα, ἀλλὰ τὸ πρᾶγμα εὖ ἔχον ἢ τετελεσμένον. τοιοῦτος δʼ ὁ τοῦ ῥήτορος καὶ ὁ τοῦ κλέπτου ὅρος, εἴπερ ἐστὶ ῥήτωρ μὲν ὁ δυνάμενος τὸ ἐν ἑκάστῳ πιθανὸν θεωρεῖν καὶ μηδὲν παραλείπειν, κλέπτης δʼ ὁ λάθρᾳ λαμβάνων.

Cf. B VII 12.

 

4. Plato Phaedr. 260 E: φημί, ἐὰν οἵ γε ἐπιόντες αὐτῇ (sc. τῇ ῥητορικῇ) λόγοι μαρτυρῶσιν εἶναι τέχνῃ. ὥσπερ γὰρ ἀκούειν δοκῶ τινῶν προσιόντων καὶ διαμαρτυρομένων λόγων, ὅτι ψεύδεται καὶ οὐκ ἐστὶ τέχνη ἀλλʼ ἄτεχνος τριβή, τοῦ δὲ λέγειν, φησὶν ὁ Λάκων, 5 ἔτυμος τέχνη ἄνευ τοῦ ἀληθείας ἧφθαι οὔτʼ ἔστιν οὔτε μή ποτε ὕστερον γένηται.

4-6 τοῦ δὲ λέγειν – γένηται secl. Schleiermacher                 5 ἔτυμος τεχνη: ἕτοιμος B cf. Plutarchi mor. 233 b

4 Potestne ars Dorice scripta intellegi? Cf. Append. (D.).

 

5. Aristot. rhet. 1359 b 12, postquam rhetoricam esse pοtentiam docuit, pergit: ὅσῳ δʼ ἄν τις ἢ τὴν διαλεκτικὴν ἢ ταύτην μὴ καθάπερ ἂν δυνάμεις, ἀλλʼ ἐπιστήμας πειρᾶται κατασκευάζειν, λήσεται τὴν φύσιν αὐτῶν ἀφανίσας.

 

6. Aristot. rhet. 1356 a 27: διὸ καὶ ὑποδύεται ὑπὸ τὸ σχῆμα τὸ τῆς πολιτικῆς ἡ ῥητορικὴ καὶ οἱ ἀντιποιούμενοι ταύτης, τὰ μὲν διʼ ἀπαιδευσίαν τὰ δὲ διʼ ἀλαζονείαν τὰ δὲ καὶ <διʼ> ἄλλας αἰτίας ἀνθρωπικάς.

Cf. Philod. rhet. II 240. Isocr. 15, 81. 83. Isocratem spectare videtur Aristoteles (Spengel Ar. Rhet. II 48), sed non huius unius opinio fuit.

 

7. Aristot. eth. Nicom. 1180 b 35: τὰ δὲ πολιτικὰ ἐπαγγέλλονται μὲν διδάσκειν οἱ σοφισταί, πράττει δʼ αὐτῶν οὐδείς… (1181 a 12) τῶν δὲ σοφιστῶν οἱ ἐπαγγελλόμενοι λίαν φαίνονται πόρρω εἶναι τοῦ διδάξαι· ὅλως γὰρ οὐδὲ ποῖόν τι (ἡ πολιτικὴ) ἐστὶν ἢ περὶ ποῖα ἴσασιν· οὐ γὰρ ἂν τὴν αὐτὴν τῇ ῥητορικῇ οὐδὲ χείρω ἐτίθεσαν, οὐδʼ ἂν ᾤοντο ῥᾴδιον εἶναι τὸ νομοθετῆσαι συναγαγόντι τοὺς εὐδοκιμοῦντας τῶν νόμων· ἐκλέξασθαι γὰρ εἶναι τοὺς ἀρίστους, ὥσπερ οὐδὲ τὴν ἐκλογὴν οὖσαν συνέσεως καὶ τὸ κρῖναι ὀρθῶς μέγιστον.

Michael Eph. (Eustratius) ad l. fol. 188r Ald. p. 617, 26 H.: οἱ μὲν οὖν πολιτευόμενοι δύνανται μετρίως διδάσκειν τὰ ἀπὸ τῆς πείρας αὐτοῖς εὑρημένα, οἱ δὲ σοφισταὶ καὶ ταύτης στερούμενοι πόρρω λίαν εἰσὶ τοῦ διδάσκειν, οἷος ὁ Πρόδικος, ὁ Ἱππίας, ὁ Γοργίας καὶ οἳ λοιποὶ πάντες οἷ τῆς νεολαίας λυμαντῆρες.

Plat. leg. 889 D: καὶ δὴ καὶ τὴν πολιτικὴν σμικρόν τι μέρος εἶναί φασι κοινωνοῦν φύσει, τέχνη δὲ τὸ πολύ, οὕτω δὲ καὶ τὴν νομοθεσίαν πᾶσαν οὐ φύσει, τέχνῃ δέ.

 

8. Philod. rhet. II 260, 14 S.: οὐ τοίνυν βέλ[τιον] ἀναστρέφονται τούτων οἱ σοφιστ[αὶ] ῥήτορε[ς, oὐ]δʼ ἐπειδὰν φῶσι τεκμή[ριον εἶ]γαι τοῦ κατασκ[ευάζεσ]θαι πολειτι[κοὺς ὑπὸ] τῆς τέχ[νης τὸ πολλοὺς] ἐκ τῶν διδασκαλείων οἵους τʼ εἶναι καὶ δίκας λέγειν [καὶ δε]όντ[ως] ἐν ἐκκλησίαις ἀναστρέφεσθαι.

2 σοφιστῶν Sudhaus 4 τό τινας idem in fine lineae

Ut in aliis huius capitis (p. 241-268 disputationis) partibus sic hic quoque Isocratem eiusque asseclas spectare videtur Philodemus eorumque perstringere πολιτικὴν φιλοσοφίαν. Sed mirum sane, quod anonymum, quem p. 267, 25 sq. oppugnat, auctorem dicentem facit τοὺς φιλοσόφους μηδὲν πεπραγματεῦσθαι περὶ πολιτείας, ἀλλὰ τοὺς ῥήτορας. Fuitne igitur ille Philodemi adversarius ante Platonis civitatem? Ut in re obscura ac difficili etiam plures eorum, qui rhetorem rerum civilium gubernatorem esse autumaverant, theseis a Philodemo perstringi adnoto, cf. l. l. p. 263, 5. 265, 1. 266, 25 ibid. col. XI a 14.

 

9. Philod. I p. 201 S. infra: ἀλλὰ μὴν οἱ μὲν τῶν σοφιστῶν τὰς κοινὰς φρένας ἔχοντες οὐ περὶ τῶν ἐν παντὶ προβλήματι προοιμίων καὶ διηγήσεων καὶ πίστεων καὶ ὑπεξαιρέσεων καὶ ἐπιλόγων ἑαυτοῖς οἴονται προσήκειν, ἀλλὰ τῶν ἐν τῷ πολειτικῷ. τὸ δὲ τῶν παχυτέρων πλῆθος, ὡς μόνοις ταῦτʼ ἐκπονεῖται, λέγει κτλ.

 

10. Dialexeis 8, 3: ὁ τὰς τέχνας τῶν λόγων εἰδὼς ἐπιστασεῖται καὶ περὶ πάντων ὀρθῶς λέγεν. (4) δεῖ γὰρ τὸν μέλλοντα ὀρθῶς λέγεν, περὶ ὧν ἐπίσταται, περὶ τούτων λέγεν *** πάντʼ ὦν ἄρʼ ἐπιστασεῖται. (5) πάντων μὲν γὰρ τῶν λόγων τὰς τέχνας 5 ἐπίσταται, τοὶ δὲ λόγοι πάντες περὶ πάντων τῶν ἐ<όντων ἐντί>. (6) δεῖ δὲ ἐπίστασθαι τὸν μέλλοντα ὀρθῶς λέγεν, περὶ ὅτων κα λέγῃ, καὶ τὰ μὲν ἀγαθὰ ὀρθῶς διδάσκεν τὰν πόλιν πράσσεν, τὰ δὲ κακά τως κωλύεν. (7) εἰδὼς δέ γε αὐτὰ εἰδήσει καὶ τὰ ἅτερα τούτων· πάντα γʼ ἄρʼ ἐπιστασεῖται· ἔστι γὰρ ταὐτὰ τῶν πάντων 10 τῆνα, <ὃ> δὲ ποτὶ τωὐτὸν τὰ δέοντα πράξει, αἰ χρή.

4 πάντων γὰρ   6. 7 καὶ λέγοι 9 γʼ ἄρʼ: γὰρ

 

11. Ioannes Sardianus in Aphthonii Prog. p. 13, 15 R.: τινὲς δὲ τῶν ἐριστικῶν σοφιστῶν ἐπαποροῦσι τῷ μύθῳ λέγοντες τὰ ὁμολογούμενα <ψευδῆ> τοῖς ῥήτορσιν ἄχρηστα· ῥητορεύειν γὰρ ἐν τούτοις ἀδύνατον.

3 φευδῆ ex compilatore Doxapatre W II 160, 23.

Cum constet fonte ‘pervetustοʼ Sardianum esse usum, haec proposuimus, cf. quae adnotavimus ad Ephori fr. 9.

 

12. Anaximenes rhet. I p. 12, 18 H.: τὰ μὲν οὖν εἴδη τῶν λόγων τοσαῦτα ἀριθμῷ ἐστι, χρησόμεθα δὲ αὐτοῖς ἔν τε ταῖς κοιναῖς δημηγορίαις καὶ ταῖς περὶ τὰ συμβόλαια δικαιολογίαις καὶ ταῖς ἰδίαις ὁμιλίαις.

3 δικολογίαις Spengel (v. Reuter, Hermae 38, 495).

Cf. ibid. 38 p. 99, 10 H. Alcidamas περὶ σοφ. 9: τίς γὰρ οὐκ οἶδεν ὅτι λέγειν μὲν ἐκ τοῦ παραυτίκα καὶ δημηγοροῦσι καὶ δικαζομένοις καὶ τὰς ἰδίας ὁμιλίας ποιοῦσιν ἀναγκαῖόν ἐστιν. Plato Soph. 232 C de sophistis: ἀλλὰ μὴν ἔν γε ταῖς ἰδίαις συνουσίαις... ξύνισμεν, ὡς αὐτοί τε ἀντειπεῖν δεινοὶ τούς τε ἄλλους ὅτι ποιοῦσιν ἅπερ αὐτοὶ δυνατούς.

 

13. Plato Soph. 222 C:… τὴν δέ γε (sc. ἀνθρώπων θήραν) δικανικὴν καὶ δημηγορικὴν καὶ προσομιλητικήν, ἓν αὖ τὸ σύνολον, πιθανουργικήν τινα μίαν τέχνην προσειπόντες. – ὀρθῶς. – τῆς δὴ πιθανουργικῆς διττὰ λέγωμεν γένη. – ποῖα; – τὸ μὲν ἕτερον ἰδίᾳ,τὸ δὲ δημοσίᾳ γιγνόμενον. Phaedr. 261 A ἆρʼ οὖν οὐ τὸ μὲν ὅλον ἡ ῥητορικὴ ἂν εἴη τέχνη ψυχαγωγία τις διὰ λόγων, οὐ μόνον ἐν δικαστηρίοις καὶ ὅσοι ἄλλοι δημόσιοι σύλλογοι, ἀλλὰ καὶ ἐν ἰδίοις, ἡ αὐτὴ σμικρῶν τε καὶ μεγάλων πέρι;

Cf. Phaedr. 271 C. Sophisten Quint. respicit inst. 3, 4, 10. Est etiam Isocratis divisio, cum sophistas doctores, οἵτινες ὐπέσχοντο δικάζεσθαι διδάξειν, vituperans dicit (13, 20): τοῦ πράγματος, καθʼ ὅσον ἐστὶ διδακτόν, οὐδὲν μᾶλλον πρὸς τοὺς δικανικοὺς λόγους ἢ πρὸς τοὺς ἄλλους ἅπαντας ὠφελεῖν δυναμένου. Idem 15, 136: οἱ μὲν γὰρ τοὺς ῥήτορας καὶ τοὺς ἐν τοῖς ἰδίοις συλλόγοις λογοποιεῖν δυναμένους καὶ πάντα προσποιουμένους εἰδέναι θεραπεύουσι, unde iterum intellegitur privatorum circulorum eloquentiam esse sophistarum, qualis Protagoras inducitur apud Platonem. Cf. Isocratis 15, 204. Qui ψυχαγωγεῖν commendat 2, 49 et 9, 10. Gorgiae doctrinam agnoscere sibi videntur Scheel p. 8 et W. Suess p. 22. 79. Cf. B VII 9. V. etiam Usener, Qaest. Anaxim. p. 31 sq., Brandstätter 139.

 

14. Polyb. 12, 28, 7: καὶ διότι τοιοῦτός ἐστιν, αὐτὸν ἀνθομολογούμενον εὐχερὲς παραστῆσαι τὸν Τίμαιον. κατὰ γὰρ τὸ προοίμιον τῆς ἕκτης βύβλου φησί τινας ὑπολαμβάνειν, διότι τινὸς μείζονος δεῖται φύσεως καὶ φιλοπονίας καὶ παρασκευῆς τὸ τῶν ἐπιδεικτικῶν λόγων γένος ἢ τὸ τῆς ἱστορίας.

2 παραστῆσαι: παρασχέσθαι alii ll.

Timaeus addiderat (ibd. 9), his opinionibus iam Ephorum occurrisse nec satis potuisse adversari.

 

15. Plato Theaet. 167 A: ὁ μὲν ἰατρὸς φαρμάκοις μεταβάλλει, ὁ δὲ σοφιστὴς λόγοις.

Cf. Gorg. Helenae 14. Plato Gorg. 475 D. Suess 86 sq.

 

16. Xen. inst. Cyri 3, 3, 49: ἔνθα δὴ ὁ Χρυσάντας εἶπε· τί δ’, ἔφη, ὦ Κῦρε, εἰ καὶ σὺ συγκαλέσας, ἕως ἔτι ἔξεστι, παρακελεύσαιο, εἰ ἄρα τι καὶ σὺ ἀμείνους ποιήσαις τοὺς στρατιώτας; καὶ ὁ Κῦρος εἶπεν· ὦ Χρυσάντα, μηδέν σε λυπούντων αἱ τοῦ Ἀσσυρίου παρακελεύσεις· οὐδεμία γὰρ οὕτως ἐστὶ καλὴ παραίνεσις, ἥτις τοὺς μὴ ὄντας ἀγαθοὺς αὐθημερὸν ἀκούσαντας ἀγαθοὺς ποιήσει... (51) καὶ ὁ Χρυσάντας εἶπεν· ἀλλʼ ἀρκεῖ τοι, ὦ Κῦρε, ἢν τὰς ψυχὰς αὐτῶν παρακελευσάμενος ἀμείνονας ποιήσης. ἡ καὶ δύναιτʼ ἄν, ἔφη ὁ Κῦρος, εἷς λόγος ῥηθεὶς αὐθημερὸν αἰδοῦς μὲν ἐμπλῆσαι τὰς ψυχὰς τῶν ἀκουόντων ἢ ἀπὸ τῶν αἰσχρῶν κωλῦσαι, προτρέψαι δέ, ὡς χρὴ ἐπαίνου μὲν ἕνεκα πάντα μὲν πόνον, πάντα δὲ κίνδυνον ὑποδύεσθαι, λαβεῖν δʼ ἐν ταῖς γνώμαις βεβαίως τοῦτο, ὡς αἱρετώτερόν ἐστι μαχομένους ἀποθνῄσκειν μᾶλλον ἢ φεύγοντας σωθῆναι;... (55) τοὺς δʼ ἀπαιδεύτους παντάπασιν ἀρετῆς θαυμάζοιμʼ ἄν, ἔφη, ὁ Χρυσάντα, εἴ τι πλέον ἂν ὑφελήσειε λόγος καλῶς ῥηθεὶς εἰς ἀνδραγαθίαν ἢ τοὺς ἀπαιδεύτους μουσικῆς ᾆσμα μάλα καλῶς ᾀσθὲν εἰς μουσικήν.

Cf. Isocr. 15, 197. Contraria sapit etiam Gorgias Hel. 14.

 

17. Dialexeis 4, 2: ὅταν λόγος ῥηθῇ, αἰ μὲν ὥς <κα> λέγηται ὁ λόγος, οὕτω γεγένηται, ἀλαθὴς ὁ λόγος, αἰ δὲ μὴ γεγένηται, ψευδὴς ὁ αὐτὸς λόγος. (3) αὐτίκα κατηγορεῖ ἱεροσυλίαν τω· αἴ γʼ ἐγένετο τὦργον, ἀλαθὴς ὁ λόγος· αἰ δὲ μὴ ἐγένετο, ψεύστας. καὶ τῶ ἀπολογουμένω ωὑτὸς λόγος, καὶ τά γε δικαστήρια τὸν αὐτὸν λόγον καὶ ψεύσταν καὶ ἀλαθῆ κρίνοντι . . . . . . (3) . . . καὶ ἀλαθῆ τίς ποκα εἶπεν ἢ ἐξεμαρτύρησε; καὶ ψευδῆ ἄρα τὰ αὐτὰ ταῦτα.

 

18. Thucyd. II 60, 5 (Pericles loquitur): οὐδενὸς οἴομαι ἥσσων εἶναι γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα, idem VIII 68, 1 de Antiphonte κράτιστος ἐνθυμηθῆναι γενόμενος καὶ ἃ γνοίη εἰπεῖν.

Distinctio erat inter inventionem et pronuntiationem.

 

19. Plato Phaedr. 236 A: καὶ τῶν μὲν τοιούτων οὐ τὴν εὕρεσιν ἀλλὰ τὴν διάθεσιν ἐπαινετέον, τῶν δὲ μὴ ἀναγκαίων τε καὶ χαλεπῶν εὑρεῖν πρὸς τῇ διαθέσει καὶ τὴν εὕρεσιν.

Haec quoque verba ideo apposui, quia docent iam tum temporis fuisse distinctum ita ut apud posteriores inter inventionem, dispositionem, elocutionem etc. Suspicor autem Platonis usum verborum scriptori artis deberi non rhetoricae, sed poeticae, nisus Polybii verbis, siquidem 34, 4, 1 sq. recte emendatur: εἰ δέ τινα μὴ συμφωνεῖ (scil. in Odyssea), μεταβολὰς αἰτιᾶσθαι δεῖν ἢ ἄγνοιαν ἢ καὶ ποιητικὴν ἐξουσίαν, ἣ συνέστηκεν ἐξ ἱστορίας καὶ διαθέσεως καὶ μύθου. τῆς μὲν οὖν ἱστορίας ἀλήθειαν εἶναι τέλος,... τῆς δὲ διαθέσεως ἐνάργειαν..., μύθου δὲ ἡδονὴν καὶ ἔκπληξιν, τὸδὲ πάντα πλάττειν (quod inventionis est) οὐ πιθανόν. Iam vero in poetica mansit διαθέσεως nomen, non penetravit ad rhetores. Polybius enim in Odysseae aestimatione quin sequatur vetustum de arte poetica auctorem, vix dubium ac memineris etiam in Philodemi arte poetica διάθεσιν esse terminum (Pap. 1425 col. VII 32), item apud Plutarchum de aud. Poetis 16 B, ne quid dicam de mytho vel plasmate. Si vero finis διαθέσεως ἐνάργεια, esse eam tractationem patet (“die Darstellung”), De Heraclide Pontico licet cogitare (Jensen Berl. S. B. 1936. XXIII 6 sq.).

 

20. Platonis, Isocratis, Aristotelis testimonia, quibus antiquos artium scriptores in oratione iudiciali solum versatos esse efficitur, vide supra p. 30 sq.

 

21. Plato Phaedr. 236 D/E τὰ γʼ ἐν τοῖς βιβλίοις τοῖς περὶ λόγων τέχνης γεγραμμένοις respiciens post προοίμιον addit δεύτερον δὲ δὴ διήγησίν τινα μαρτυρίας τʼ ἐπʼ αὐτῇ, τρίτον τεκμήρια, τέταρτον εἰκότα.

Vide Antiphontis 6, 30: ὅπου μὲν γὰρ λόγῳ τις διδάσκοι περὶ τῶν πραχθέντων, μάρτυρας δὲ μὴ παρέχοιτο, μαρτύρων ἄν τις τοὺς λόγους τούτους ἐνδεεῖς φαίη εἶναι. ὅπου δὲ μάρτυρας μὲν παρέχοιτο, τεκμήρια δὲ αὖ τοῖς μαρτυροῦσιν ὅμοιοα μὴ ἀποφαίνοι, τοιαῦτα ἄν τις ἔχοι εἰπεῖν, εἰ βούλοιτο. ἐγὼ τοίνυν τούς τε λόγους ὐμῖν εἰκότας ἀποφαίνω καὶ τοῖς λόγοις τοὺς μάρτυρας ὁμολογοῦντας καὶ τοῖς μάρτυσι τὰ ἔργα, καὶ τεκμήρια ἐξ αὐτῶν τῶν ἔργων. – Lys. 19, 53: εἱ οὖν δοκοῦμεν εἰκότα λέγειν καὶ κανὰ τεκμήρια παρέχεσθαι. Isocr. 18, 16: ἡγοῦμαι δʼ, εἰ μήθʼ ἡ δίαιτα ἐγεγόνει μήτε τῶν πεπραγμένων ἦσαν μάρτυρες, ἔδει δʼ ἐκ τῶν εκότων σκοπεῖν... Euripides Phoenic. frg. 811: τἀφανῆ τεκμηρίοισιν εἰκότως ἁλίσκεται. Hyperidis frg. 195: ἃ δʼ ἐστὶν ἀφανῆ, ἀνάγκη τοὺς διδάσκοντας τεκμηρίοις καὶ τοῖς εἰκόσι ζητεῖν. Euripides Oenomai fr. 574: τεκμαιρόμεσθα τοῖς παροῦσι τἀφανῆ (Clemens Alex. Strom. VI 2, 18 p. 436, 12 St.).

 

22. Plato Phaedr. 267 D: τὸ δὲ δὴ τέλος τῶν λόγων κοινῇ πᾶσιν ἔοικε συνδεδογμένον εἶναι, ᾧ τινες μὲν ἐπάνοδον, ἄλλοι δὲ ἄλλο τίθενται ὄνομα. – τὸ ἐν κεφαλαίῳ ἕκαστα λέγεις ὑπομνῆσαι ἐπὶ τελευτῆς τοὺς ἀκούοντας περὶ τῶν εἰρημένων;

Cf. Gorgiae Palam. 37. De universo ordine (προοίμιον–ἐπίλογος) veterum artium quasi fundamento v. K. Barπick, Herm. 57, 11 sq.

23. Cic. de orat. 1, 19, 86: quodsi tantam vim rerum maximarum arte sua rhetorici illi doctores complecterentur, quaerebat (Charmadas), cur de prooemiis et de epilogis et de huiusmodi nugis – sic enim appellabat – referti essent eorum libri.

Etiam ea, quae ante Aristotelem fuerunt, tempora spectari videntur.

24. Aristot. rhet. 1354 b 16: φανερὸν ὅτι τὰ ἔξω τοῦ πράγματος τεχνολογοῦσιν, ὅσοι τἆλλα διορίζουσιν, οἷον τί δεῖ τὸ προοίμιον ἢ τὴν διήγησιν ἔχειν καὶ τῶν ἄλλων ἕκαστον μορίων. Ibid. 1414 a 37: νῦν δὲ διαιροῦσι γελοίως· διήγησις γάρ που τοῦ δικανικοῦ μόνου λόγου ἐστίν, ἐπιδεικτικοῦ δὲ καὶ δημηγορικοῦ πῶς ἐνδέχεται εἶναι διήγησιν, οἵαν λέγουσιν, ἢ τὰ πρὸς τὸν ἀντίδικον ἢ ἐπίλογον τῶν ἀποδεικτικῶν; προοίμιον δὲ καὶ ἀντιπαραβολὴ καὶ ἐπάνοδος ἐν ταῖς δημηγορίαις τότε γίνεται, ὅταν ἀντιλογία ᾖ. καὶ γάρ, ᾗ κατηγορία καὶ ᾗ ἀπολογία, πολλάκις, ἀλλʼ οὐχ ᾗ συμβουλή. ἀλλʼ ὁ ἐπίλογος ἔτι οὐδὲ δικανικοῦ παντός.

9 ἡ κατηγορία καὶ ἡ

Ad rem Wendland p. 37 sq.

 

25. Dion. de Lys. 24. p. 34, 17 Us.-R.: τοῦτο τὸ προοίμιον ἁπάσας ἔχει τὰς ἀρετάς, ὅσας δεῖ τὸ προοίμιον ἔχειν. Δηλώσουσι δὲ οἱ κανόνες αὐτῷ παρατεθέντες οἱ τῶν τεχνῶν. ἅπαντες γὰρ δήπου παραγγέλλουσιν οἱ συνταξάμενοι τὰς τέχνας, ὅταν πρὸς 5 οἰκείους ὁ ἀγών, σκοπεῖν ὅπως μὴ πονηροὶ μηδὲ φιλοπράγμονες οἱ κατήγοροι φανήσονται. κελεύουσίν τε πρῶτον μὲν τὴν αἰτίαν εἰς τοὺς ἀντιδίκους περιιστάναι καὶ τοῦ ἐγκλήματος καὶ τοῦ ἀγῶνος καὶ λέγειν, ὅτι μεγάλα τἀδικήματα καὶ οὐκ ἐνῆν αὐτὰ μετρίως ἐνεγκεῖν καὶ ὅτι ὑπὲρ ἀναγκαιοτέρων προσώπων ὁ ἀγὼν καὶ 10 ἐρήμων καὶ ἧττον ὑπεροφθῆναι ἀξίων, οἷς μὴ βοηθοῦντες κακίους ἂν ἐφάνησαν. καὶ ὅτι προκαλούμενοι τοὺς ἀντιδίκους εἰς διαλλαγὰς καὶ φίλοις τὰ πράγματα ἐπιτρέποντες καὶ τὰ δυνατὰ ἐλαττοῦσθαι ὑπομένοντες οὐδενὸς ἠδυνήθησαν τυχεῖν τῶν μετρίων. ταῦτα μὲν δὴ παραγγέλλουσι ποιεῖν οἱ τεχνογράφοι, ἵνα τὸ ἦθος τοῦ λέγοντος 15 ἐπιεικέστερον εἶναι δόξῃ. δύναται δὲ αὐτοῖς εὔνοιαν τοῦτο ποιεῖν καὶ ἔστι κράτιστον τῆς κατασκευῆς μέρος.

3 αὐτὸ P, B mg.             8 ἀδικήματα

“Utinam Dionysius auctorem ex quo haec praecepta descripsit nuncupasset; in iis enim, quae nobis supersunt, haec non inveniuntur” Spengel ad Anaxim. p. 256, singula probans oratorum exemplis. Habent sane cum arte antiquiore illud commune, quod, ut ita dicam, concreta magis sunt quam abstracta: id ipsum, quod dicendum sit, enumeratur. Dionysius quidem etiam paulo antea de prohoemii virtutibus egerat (17, p. 27, 16 sq.). Isocratem et Isocratis discipulos se secuturum esse professus. Alia ibi profert, aperta usus divisione κατὰ πρόσωπον καὶ πρᾶγμα. Cf. etiam Navarre p. 167 sq. de prohoemii locis communibus.

 

26. Dion. de Lysia 24, p. 35, 14: καὶ μὴν εἴς γε τὸ εὐμαθεῖς τοὺς ἀκροατὰς ποιῆσαι κελεύουσι συστρέψαντας εἰπεῖν τὸ πρᾶγμα, ἵνα μὴ ἀγνοῶσι τὴν ὑπόθεσιν οἱ δικασταί, καὶ οἷά περ ἂν ᾖ τὰ μέλλοντα λέγεσθαι, τοιοῦτο καὶ τὸ προοίμιον ὑποτίθεσθαι ἀπʼ 5 ἀρχῆς, καὶ δεῖγμα τοῦ πράγματος ποιουμένους κατʼ εὐθὺ ἀπʼ ἐνθυμημάτων πειρᾶσθαι ἄρχεσθαι... (21) ἔτι περὶ τῆς προσοχῆς ὧδέ πως τεχνολογοῦσιν, ὅτι δεῖ τὸν προσεκτικοὺς μέλλοντα ποιεῖν τοὺς ἀκροατὰς καὶ λέγειν θαυμαστὰ καὶ παράδοξα καὶ δεῖσθαι τῶν δικαστῶν ἀκοῦσαι.

4 γενέσθαι F                 5 καὶ εὐθὺς ἀπʼ

Cf. Isocr. 4, 13. Aristot. rhet. γ 14 cum Spengelii adn. p. 429, 25. 430, 36. 431, 11. Anaximenes p. 80, 4: ἐπὶ τὸ προσέχειν παρακαλοῦμεν… καὶ ἐκ τοῦ θαυμαστὰ καὶ διαφανῆ φάσκειν.

 

27. Aristot. rhet. 1419 b 27 de epilogo: λοιπὸν ἀναμνῆσαι τὰ προειρημένα. τοῦτο δὲ ἁρμόττει ποιεῖν οὕτως, ὥσπερ φασὶν ἐν τοῖς προοιμίοις, οὐκ ὀρθῶς λέγοντες. ἵνα γὰρ εὐμαθὴς ᾖ, κελεύουσι πολλάκις εἰπεῖν.

3 εὐμαθὴς A εὐμαθῆ rell. (εὐμαθὲς conicias)

 

28. Aristot. rhet. 1415 b 7: ἂν μὴ τοιοῦτος ᾖ (sc. φαῦλος ὁ ἀκροατής), οὐθὲν δεῖ προοιμίου ἀλλʼ ἢ ὅσον τὸ πρᾶγμα εἰπεῖν κεφαλαιωδῶς, ἵνα ἔχη ὥσπερ σῶμα κεφαλήν.

Cf. Anon. Seg. 26 p. 358, 1 H.: δόξει γὰρ ἀκέφαλός τις ὁ λόγος εἶναι ὅλος διὰ τὸ ὥσπερ κεφαλὴν τοῦ παντὸς λόγου τὸ προοίμιον εἶναι. Plato Phaedr. 264 C: δεῖν πάντα λόγον ὥσπερ ζῷον συνεστάναι σῶμά τι ἐχοντα αὐτὸν αὐτοῦ ὥστε μήτε ἀκέφαλον εἶναι μήτε ἄπουν κτλ. Anaximenes 31, p. 73, 23. Cic. de orat. 2, 80, 325. inv. 1, 18, 26 (Peters 42, 5).

29. Andocides 1, 1:

τὴν μὲν παρασκευήν, ὡ ἄνδρες, καὶ τὴν προθυμίαν τῶν ἐχθρῶν τῶν ἐμῶν . . . . . . σχεδόν τι πάντες ἐπίστασθε, καὶ οὐδὲν δεῖ περὶ τούτων πολλοὺς λόγους ποεῖσθαι· ἐγὼ δέ, ὦ ἄνδρες, δεήσομαι ὑμῶν δίκαια καὶ ὑμῖν τε ῥᾴδια χαρίζεσθαι καὶ ἐμοὶ ἄξια πολλοῦ τυχεῖν παρʼ ὑμῶν.

Sequentia v. infra fr. 47

. . . . (9) τάδε δὲ ὑμῶν δέομαι, μετʼ εὐνοίας μου τὴν ἀκρόασιν τῆς ἀπολογίας ποιήσασθαι καὶ μήτε μοι ἀντιδίκους καταστῆναι μήτε ὑπονοεῖν τὰ λεγόμενα μήτε ῥήματα θηρεύειν, ἀκροασαμένους δὲ διὰ τέλους τῆς ἀπολογίας τότε δη ψηφίζεσθαι τοῦτο, ὅ τι ἂν ὑμῖν αὐτοῖς ἄριστον καὶ εὐορκότατον νομίζητε εἶναι.

Lysias 19, 2:

τὴν μὲν οὖν παρασκευὴν καὶ προθυμίαν τῶν ἐχθρῶν ὁρᾶτε

καὶ οὐδὲν δεῖ περὶ τούτων λέγειν.

 

 

 

 

 

(11) δέομαι δʼ ὑμῶν πάσῃ τέχνῃ καὶ μηχανῇ, μετʼ εὐνοίας

 

 

ἀκροασαμένους ἡμῶν διὰ τέλους,

 

ὅτι ἂν ὑμῖν ἄριστον καὶ εὐορκότατον νομίζητε εἶναι, τοῦτο ψηφίσασθαι.

Cf. Lysiae fr. 70 Th.: τὴν μὲν παρασκευὴν καὶ τὴν προθυμίαν τῶν ἀντιδίκων ὁρᾶτε, ὦ ἄνδρες δικασταί. Lycurgus in Leocr. 20: οὐ γὰρ ἀγνοεῖτε, ὦ ἄνδρες, οὔτε τὰς παρασκευὰς τῶν κρινομένων οὔτε κτλ. Aeschines in Ctesiph. 1: τὴν μὲν παρασκευὴν ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι. Cratinus Pytinae fr. IV Mein.: τὴν μὲν παρασπευὴν ἴσως γιγνώσκετε. Pleraque haec laudat Clemens Alex. Strom. VI 2, 20 p. 438, 14 St. (= Caecilii Caleact. f. 165 Ofenl.), deinde pergit: πάλιν Δημοσθένους εἰπόντος (19, 1) ‘ὅση μέν, ὦ ἄνδρες Ἀθηναῖοι, σπουδὴ περὶ τουτονὶ τὸν ἀγῶνα καὶ παραγγελία γέγονεν, σχεδὸν οἶμαι πάντας ὑμᾶς ᾐσθῆσθαι’, Φιλῖνός γε ὁμοίως (fr. 4 Or. Att.) ‘ὅση μέν, ὦ ἄνδρες δικασταί, σπουδὴ καὶ παράταξις γεγένηται περὶ τὸν ἀγῶνα τουτονί, οὐδένα ὑμῶν ἀγνοεῖν ἡγοῦμαιʼ, quae ipsa quoque ex aliqua prohoemiorum collectione hausta esse possunt.

 

30. Aristot. rhet. 1416 b 30: νῦν δὲ γελοίως τὴν διήγησίν φασι δεῖν εἶναι ταχεῖαν.

Cf. Cic. de orat. 2, 80, 326. 328. Part. or. 9, 32. De Prodico v. supra, qui tamen orationem omnino brevem sicut longam respuit. Quaerebatur etiam, essetne semper narrandum, ut Anaximenes iudicavit, v. supra C 24, Spengel Anax. p. 213.

 

31. Aristot. Poet. 1461 b 16: τὰ δʼ ὑπεναντίως εἰρημένα οὕτω σκοπεῖν ὥσπερ οἱ ἐν τοῖς λόγοις ἔλεγχοι.

Cf. Sophist. el. 174 b 19: ἔτι, καθάπερ καὶ ἐν τοῖς ῥητορικοῖς, καὶ ἐν τοῖς ἐλεγκτικοῖς ὁμοίως τὰ ἐναντιώματα θεωρητέον.

 

32. Demosthenes 22 (adv. Androt.), 22: ἐγὼ δʼ οἴομαι δεῖν ὑμᾶς πρῶτον μὲν ἐκεῖνο λογίζεσθαι παρʼ ὑμῖν αὐτοῖς, ὅτι πάμπολυ λοιδορία τε καὶ αἰτία κεχωρισμένον ἐστὶν ἐλέγχου· αἰτία μὲν γάρ ἐστιν, ὅταν τις ψιλῷ χρησάμενος λόγῳ μὴ παράσχηται πίστιν, ὧν λέγει, ἔλεγχος δʼ ὅταν, ὧν ἂν εἴπῃ τις, καὶ τἀληθὲς ὁμοῦ δείξῃ. ἔστι τοίνυν ἀνάγκη τοὺς ἐλέγχοντας ἢ τεκμήρια δεικνύναι, διʼ ὧν ἐμφανιοῦσι τὸ πιστὸν ὑμῖν, ἢ τὰ εἰκότα φράζειν ἢ μάρτυρας παρέχεσθαι· οὐ γὰρ οἷόν τε <πά>ντων αὐτόπτας ὑμᾶς ἐστι καταστῆσαι. 5 ἀλλʼ ἐὰν ἐπιδεικνύῃ τίς τι τούτων, ἱκανὸν νομίζετʼ ἔλεγχον ἔχειν ὑμεῖς εἰκότως τῆς ἀληθείας ἑκάστοτε. ἡμεῖς τοίνυν οὐκ ἐκ λόγων εἰκότων οὐδὲ τεκμηρίων, ἀλλὰ παρʼ οὗ μάλιστα δίκην ἐστὶ λαβεῖν, τούτῳ ταῦτʼ ἐπιδείκνυμεν.

1 ὧν ἂν SA: οἷς ἂν FYP             4 οἷόν τʼ ἐνίων ὑμὰς FAYP: ὑμᾶς om. S

Cf. 52 (adv. Callippum), 32: πάντων μὲν ὑμῖν καὶ μάρτυρας καὶ τεκμήρια καὶ νόμους καὶ πίστεις παρεσχόμην.

 

33. Antiphon 6 (περὶ τοῦ χορευτοῦ), 18: ὁπόσα μὲν γὰρ λάθρᾳ πράττεται καὶ ἐπὶ θανάτῳ βουλευθέντα, ὧν μή εἰσι μάρτυρες, ἀνάγκη περὶ τῶν τοιούτων ἐξ αὐτῶν τῶν λόγων τῶν τε τοῦ κατηγόρου καὶ τοῦ ἀποκρινομένου τὴν διάγνωσιν ποιεῖσθαι καὶ θηρεύειν καὶ ἐπὶ σμικρὸν ὑπονοεῖν τὰ λεγόμενα καὶ εἰκάζοντας μᾶλλον ἢ σάφα εἰδότας ψηφίζεσθαι περὶ τῶν πραγμάτων.

σάφα non est Atticae prosae vocabulum. καὶ ἐπὶ θανάτῳ βουλευθέντα Antiphontis videtur esse additamentum.

 

34. Antiphon 6, 25: ἐπίστασθε δέ, ὦ ἄνδρες, ὅτι αἱ ἀνάγκαι αὗται ἰσχυρόταται καὶ μέγισταί εἰσι τῶν ἐν ἀνθρώποις καὶ ἔλεγχοι ἐκ τούτων σαφέστατοι καὶ πιστότατοι περὶ τοῦ δικαίου, ὅπου εἶεν μὲν ἐλεύθεροι πολλοὶ οἱ συνειδότες, εἶεν δὲ δοῦλοι, καὶ ἐξείη μὲν τοὺς ἐλευθέρους ὅρκοις καὶ πίστεσιν ἀναγκάζειν,... ἐξείη δὲ τοὺς δούλους ἑτέραις ἀνάγκαις.

Cf. ad rem Aristot. rhet. 1375 b 26, Anaximenes cap. XV. Inde ortus est locus quoque de torquendis servis communis, quem iisdem fere verbis exhibent Isaeus 8, 12 et Demosthenes 30, 37, cf. Isocr. 17, 53 sq. ius iurandum quod Antiphonti valebat, posterioribus non iam tanti fuisse videtur; cf. ea, quae secuntur.

 

35. Aristot. rhet. 1376 a 17: πιστώματα δὲ περὶ μαρτυριῶν μάρτυρας μὲν μὴ ἔχοντι, ὅτι ἐκ τῶν εἰκότων δεῖ κρίνειν καὶ τοῦτʼ ἐστὶ τὸ γνώμῃ τῇ ἀρίστῃ καὶ ὅτι οὐκ ἔστιν ἐξαπατῆσαι τὰ εἰκότα ἐπὶ ἀργυρίῳ καὶ ὅτι οὐχ ἁλίσκεται τὰ εἰκότα ψευδομαρτυρίων. ἔχοντι δὲ πρὸς μὴ ἔχοντα, ὅτι οὐχ ὑπόδικα τὰ εἰκότα καὶ ὅτι οὐδὲν ἂν ἔδει μαρτυριῶν, εἰ ἐκ τῶν λόγων ἱκανὸν ἦν θεωρῆσαι.

1 πιστώματα γὰρ alii   6 μαρτύρων alii

Testium testimonia in utramque partem excutiuntur etiam ab Anaximene cap. ΧV. Ipsam rem et oratorum dictis et rhetorum praeceptis uberrime Spengel inlustravit in commentariis ad Aristotelem p. 199, ad Anaximenem p. 168 sq., quibus addere possis locum egregium in Antiphontis tetral. A β 7. Vide etiam, quae Jaeneke p. 17 exponit. Notabis autem περὶ τῶν ἀτέχνων καλουμένων πίστεων quaecumque Aristoteles profert – sunt enim νόμος μάρτυρες συνθῆκαι βάσανος ὅρκος –, ea brevi conspectu se percursurum esse profiteri (1376 a 22), quod merito facit, quia pleraque insunt summo philosopho indigna. Id quod maxime apparet in iis, quae de iure iurando infirmando profert, quod caput non sine commiseratione prae tanta religionis antiquae ruina legas. Pleraque haec e sophistarum rhetoricae fontibus delibata esse putandumst. Aliter Plato, leg. 948 B.

 

36. Lysias 4, 12: ἀξιῶ δʼ ὅσον ἂν ἐγένετο σημεῖον τούτῳ πρὸς τὸ δοκεῖν ἀληθῆ λέγειν φυγόντος ἐμοῦ τὴν βάσανον, τοσοῦτον ἐμοὶ τεκμήριον γενέσθαι, ὅτι οὐ ψεύδομαι, διότι οὗτος οὐκ ἠθέλησεν ἐκ τῆς ἀνθρώπου ποιήσασθαι τὸν ἔλεγχον.

Cf. e. g. Dialexeis 6, 8: καὶ αἰ μέν τις μὴ ἐδίδαξε, οὐ σαμῆιον, αἰδʼ εἷς τις ἐδίδαξε, τεκμάριον ὅτι δυνατόν ἐστι διδάξαι. [Isocr.] 1, 2: ἀπέσταλκά σοι τόνδε τὸν λόγον δῶρον, τεκμήριον μὲν τῆς πρὸς ὑμᾶς εὐνοίας, σημεῖον δὲ τῆς πρὸς Ἱππόνικον συνηθείας. De re v. K. Jost, Rhet. Stud. 19 (Das Beispiel und Vorbild der Vorfahren etc. 1936) 3 sq., quibus haec mea subiciο. τεκμηρίου et σημείου vocabulis auctores, qui sunt ante Aristotelem, pro synonymis utuntur, et alii quidem, velut Isaeus, τεκμήριον dicere magis amant, alii, ut Isocrates, σημεῖον. Est autem apud Antiphontem 5, 27: ζητουμένου δὲ τοῦ ἀνδρὸς δύο ἡμέρας καὶ ἐν τῷ λιμένι καὶ ἄπωθεν τοῦ λιμένος οὔτε ὀπτὴρ οὐδεὶς ἐφάνη οὔτε αἷμα οὔτε ἄλλο σημεῖον οὐδέν. Hic igitur sanguis dicitur caedis σημεῖον, quod, ut equidem opinor, numquam τεκμήριον vocasset. Eodem sensu σημεῖον est 5, 28: καὶ μὴν εἰκός γε ἦν καὶ σημεῖόν τι γενέσθαι ἐν τῷ πλοίῳ ἀνδρὸς τεθνεῶτος, denique 5, 45: ἔπειτα ἐν τῇ γῇ μὲν ἀποθανόντος, ἐντιθεμένου δὲ εἰς τὸ πλοῖον οὔτε ἐν τῇ γῇ σημεῖον οὐδὲ αἷμα ἐφάνη οὔτε ἐν τῷ πλοίῳ recte Hirschigius σημεῖον οὐδεν ἐφάνη scripsisse videtur deleto αἷμα glossemate. Nec sine ratione Antiphon distinguit 5, 81: ὅσα μὲν οὖν ἐκ τῶν ἀνθρωπίνων τεκμηρίων καὶ μαρτυριῶν οἷά τε ἦν ἀποδεχθῆναι, ἀκηκόατε· χρὴ δὲ καὶ τοῖς ἀπὸ τῶν θεῶν σημείοις γενομένοις εἰς τὰ τοιαῦτα οὐχ ἥκιστα τεκμηραμένους ψηφίζεσθαι. Quid sit διοσημία, non est, cur hic exponamus, Διόθεν τεκμήρια nemo dixit. Nam τεκμήρια proprio sensu sunt testimonia ab hominum vita, moribus, actionibus ducta, quae quidem σημεῖα quoque ab oratoribus Atticis nominari possunt. σημείου autem latius notio patet, interdum sunt πράγματα, velut sanguis aut fulgur. En τεκμήριον, ex quo aliquem male fecisse verisimile fit, si quis violentus ac legum contemptor invenitur (Antiph. 5, 8). Si quis vero servos offert ad torquendum, τεκμήριον est bonae conscientiae (Antiph. 5, 38 etc.), si quis oficia publica religiose praestitit, τεκμήριον est vitae sincerae (Lys. 7, 33). Οmnino igitur discendum est, signa illa, quae τεκμήρια vocantur, pertinere ad ἔλεγχον τοῦ βίου, vel si contra reum stant, ad διαβολήν, unde efficias, antiquius fuisse in accusation vel defensione τὸ τεκμήριον quam τὸ εἰκός (v. infra p. 217). Quidquid autem ἐκ τεκμηρίων concluditur, id posterioribus etiam εἰκός esse patet, cum tamen apud antiquos rhetoricae magistros Platone aliisque testantibus τεκμήρια et εἰκότα diserte inter se distinguantur (sic etiam Antiph. Tetral. A δ 10). τεκμήρια τοῖς μαρτυροῦσιν ὅμοια novit Antiphon (6, 30), quae posthac (31) τεκμήρια ἐξ αὐτῶν τῶν ἔργων vocat. Cuius dicti veniam homini advocato libenter dabimus. Recte autem oratores in hoc argumentandi genere ex rebus praeteritis colligi aliquid, quod posthac futurum erat, adfirmant: sic Andocides 3, 2: χρὴ γάρ, ὦ Ἀθηναῖοι, τεκμηρίοις χρῆσθαι τοῖς πρότερον γενομένοις περὶ τῶν μελλόντων, quocum congruit Isocrates 4, 141, Dinarchus 1, 33: τεκμαιρόμενοι τὰ μέλλοντα ἐκ τῶν γεγενημένων, quibus verbis illustratur etiam, quod Antiphontis arti tribuitur: τὰ μέλλοντα τεκμηρίοις πιστοῦσθαι. Rem ut exemplo planiorem reddam, habes apud Lysiam 31, 34: οὐ γὰρ ἄλλοις τισὶν ὑμᾶς δεῖ περὶ τῶν ἀξίων ὄντων βουλεύειν τεκμηρίοις χρῆσθαι ἢ ὑμῖν αὐτοῖς, ὁποῖοί τινες ὄντες αὐτοὶ περὶ τὴν πόλιν ἐδοκιμάσθητε. Scilicet ea est temporum ratio, quam nostri grammatici relativam dicunt. Exstant tamen permulti loci, quibus hominis alicuius sive virtus sive infamia, qualis tum temporis est, ex rebus eius gestis deducitur, velut est Lys. 12, 33 ἐκ τῶν ἔργων... ἃ ἴσασι γεγενημένα, τῶν τότε λεγομένων τεκμήρια λαμβάνοντας, aut de tempore praesenti Lys. 16, 11: περὶ δὲ τῶν κοινῶν μοι μέγιστον ἡγοῦμαι τεκμήριον εἶναι τῆς ἐμῆς ἐπιεικείας, ὅτι τῶν νεωτέρων ὅσοι περὶ κύβους ἢ πότους ἢ περὶ τὰς τοιαύτας ἀκολασίας τυγχάνουσι τὰς διατριβὰς ποιούμενοι, πάντας αὐτοὺς ὄψεσθέ μοι διαφόρους ὄντας. Denique argumenti omne genus interdum, sed rarο, τεκμήριον audit (e. g. Lys. 19, 45), quod contra bonam rationem fieri non est cur moneamus. Posteriores rhetoricae doctores Aristotelis distinctionem sequi Spengel monuit (ad Ar. rhet. p. 63 sq.) excepto Anaximene, verum ne is quidem in definiendo τεκμηρίῳ cum usu oratorum Atticorum plane congruit. Dicit enim (9): τεκμήρια δὲ ἔστιν, ὅσʼ ἂν ἐναντίως ᾖ πεπραγμένα τῷ περὶ οὗ ὁ λόγος καὶ ὅσα ὁ λόγος αὐτὸς ἑαυτῷ ἐναντιοῦται, quod quidem oratores quoque interdum τεκμήριον vocant (v. Spengel ad l., Isocrates semel Antid. 33), sed consonantia quoque habent pro τεκμηρίῳ.

De certa quadam διὰ τεκμηρίου argumentandi ratione, qua Antiphon utitur, v. Reuter, Herm. 38, 492 sq.

 

37. Aristot. Sophist. el. 167 b 8: ἔν τε τοῖς ῥητορικοῖς αἱ κατὰ τὸ σημεῖον ἀποδείξεις ἐκ τῶν ἑπομένων εἰσίν. βουλόμενοι γὰρ δεῖξαι ὅτι μοιχός, τὸ ἑπόμενον ἔλαβον, ὅτι καλλωπιστὴς ἢ ὅτι νύκτωρ ὁρᾶται πλανώμενος.

Cf. rhet. 1401 b 20 sq., Hermog. περὶ στάσεων 2 p. 138, 11 Sp.

 

38. Anaximenes p. 68, 13 H.: ἀεὶ δέ κατηγορεῖν χρὴ διαβολῆς καὶ λέγειν, ὡς δεινὸν καὶ κοινὸν καὶ πολλῶν κακῶν αἴτιον, ἐμφανιστέον δʼ ὅτι καὶ πολλοὶ ἤδη διεφθάρησαν ἀδίκως διαβληθέντες. Lysias 19, 5: ἀκούω γὰρ ἔγωγε, καὶ ὑμῶν δὲ τοὺς πολλοὺς οἶμαι εἰδέναι, ὅτι πάντων δεινότατόν ἐστι διαβολή. Isocrates 15, 18: οὐ θαυμάζω δὲ τῶν πλείω χρόνον διατριβόντων ἐπὶ ταῖς τῶν ἐξαπατώντων κατηγορίαις ἢ ταῖς ὑπὲρ αὑτῶν ἀπολογίαις, οὐδὲ τῶν λεγόντων, ὡς ἐστὶ μέγιστον κακὸν διαβολή.

Cf. Eurip. Alex. fr. 56. Aristot. rhet. 1416 a 3 sq. enumerans, quibus methodis διαβολή impugnanda sit, (35): ἄλλος (sc. τόπος) ἐκ τοῦ διαβολῆς κατηγορεῖν, ἡλίκον... Aristotelis de technographis testimonium, qui non de veris argumentis, sed περὶ τῶν ἔξω τοῦ πράγματος τὰ πλεῖστα πραγματεύονται, in quibus primo loco διαβολή nominatur, v. supra A V 41. Philod. rhet. II 258 Col. V a 2: ὃθεν ἦλθον ἐπὶ τὸ ἀναλίσκειν μισθὸν τοῖς σοφισταῖς, εἶτʼ εὐθὺς γινώσκουσιν, ὅτι ἀπολωλέκασι τὸ ἀργύριον. οὐθὲν γάρ, οἶμαι, αὐτοῖς συντελεῖται πρὸς τὸ πρᾶγμα ἄλλʼ ἢ διαβολὴ καὶ ἀγωνία· διαβολὴ μὲν ὡς γεγυμνασμένοις ῥητορεύειν, [ὥστε κ]ατὰ τρόπον μὲν ἀπ[αλ]λάττοντας κατὰ τὴν ἐν τῷ λέγειν ἰδέαν δοκεῖν  παρακρούεσθαι τοὺς δικαστάς, μὴ κατὰ τρόπον δὲ ἀπoχωροῦντας διὰ κενῆς ἀργύριον ὐπολαμβάνεσθαι σοφιστεῖ ἀνηλωκέναι.

Re vera διαβολῆς, cuius ubique nomen prodit, apud Atticos oratores latissime patet campus, ita ut vel pro ipsa accusatione διαβάλλειν vocabulum usurpetur (Antiph. Tetr. A δ 2, Lycurgus in Leocr. 11). Vereor autem, ne antiquissima Graecorum oratio apud iudices habita nihil fere continuerit praeter testimonia, ius iurandum, calumnias, preces, donec quinto a. Chr. saeculo incepere argumenta ex ratiocinatione ducere. Semper autem si quis in iudicium prodierat, ei verendum erat, ne vitae examen (ἔλεγχον τοῦ βίου) esset subiturus. Inde specialiter διαβολή vocatur, quidquid ἔξω τοῦ πράγματος profertur (Lycurgus in Leocr. 13). V. W. Suess, Ethos 247 sq. Anaximenis autem septimum orandi genus, quod ἐξεταστικόν vocat, ex illo fonte rivulus videtur, dissentiente Aristotele, qui adfectibus in argumentatione nullum vult esse locum. Item τὸ ἐκ τῶν ἁμαρτηθέντων κατηγορεῖν, quod Aristoteles rhet. 1400 b 9 sq. τῇ πρότερον Θεοδώρου τέχνῃ tribuit, argumentandi genus ex vitia recensendi more natum puto.

 

39. Antiphon 6, 7: ἐγὼ δἐ, ὦ ἄνδρες, οὐ τὴν αὐτὴν γνώμην ἔχω περὶ τῆς ἀπολογίας, ἥνπερ οἱ κατήγοροι περὶ τῆς κατηγορίας. οὗτοι γὰρ τὴν μὲν δίωξιν εὐσεβείας ἕνεκά φασι ποιεῖσθαι καὶ τοῦ δικαίου, τὴν δὲ κατηγορίαν ἅπασαν πεποίηνται διαβολῆς 5 ἕνεκα καὶ ἀπάτης... καὶ οὐκ ἐλέγξαντες, εἴ τι ἀδικῶ, δικαίως με βούλονται τιμωρεῖσθαι, ἀλλὰ διαβαλόντες, καὶ εἰ μηδὲν ἀδικῶ, ζημιῶσαι... (8) ἐγὼ δὲ ἀξιῶ πρῶτον μὲν περὶ αὐτοῦ τοῦ πράγματος ἀποκρίνεσθαι, καὶ διηγήσασθαι ἐν ὑμῖν τὰ γενόμενα πάντα. ἔπειτα περὶ τῶν ἄλλων... βουλήσομαι ἀπολογήσασθαι... (9) ἐπεί τοί γε καὶ δεινόν, ὦ ἄνδρες· ἵνα μὲν ἐξῆν αὐτοῖς, εἴ τι ἠδίκουν ἐγὼ τὴν πόλιν ἢ ἐν χορηγίᾳ ἢ ἐν ἄλλοις τισίν, 5 ἀποφήνασιν καὶ ἐξελέγξασιν ἄνδρα τε ἐχθρὸν τιμωρήσασθαι καὶ τὴν πόλιν ὠφελῆσαι, ἐνταῦθα μὲν οὐδεὶς πώποτε οἷός τε ἐγένετο αὐτῶν οὔτε μικρὸν οὔτε μέγα ἐξελέγξαι ἀδικοῦντα τόνδε τὸν ἄνδρα τὸ πλῆθος τὸ ὑμέτερον· ἐν δὲ τούτῳ τῷ ἀγῶνι, φόνου διώκοντες καὶ τοῦ νόμου οὕτως ἔχοντος, εἰς αὐτὸ τὸ πρᾶγμα κατηγορεῖν, μηχανῶνται ἐπʼ ἐμοὶ λόγους ψευδεῖς συντιθέντες καί 10 διαβάλλοντες τὰ εἰς τὴν πόλιν.

5 εἴ γʼ ἀδικῶ     6 διαβάλλοντες      5 τιμωρήσεσθαι           10 ἐπʼ ἐμὲ

 

40. Aristot. rhet. 1416 a 6: ἄλλος τόπος (scil. τοῦ ἀπολύεσθαι διαβολήν), ὥστε πρὸς τὰ ἀμφισβητούμενα ἀπαντᾶν ἢ ὡς οὐκ ἔστιν ἢ ὡς οὐ βλαβερὸν ἢ οὐ τούτῳ ἢ ὡς οὐ τηλικοῦτον ἢ οὐκ ἄδικον ἢ οὐ μέγα (scil. ἄδικον) ἢ οὐκ αἰσχρὸν ἢ οὐκ ἔχον μέγεθος.

Distinctio fit ex ratione, an sit, quale sit, quantum sit. Habes igitur, ut Fr. Marx primus ostendit, praeceptorum vestigia, quae futuram Hermagorae de statibus doctrinam praesagiunt neque vero sunt Aristotelis, cui τὸ γεγονός communis est finis omnium quaestionum, τὸ πόσον et ποῖον certorum generum. Ceterum reliqua quoque Aristotelis de calumnia diluenda praecepta a technographis iam fuisse occupata satis certum videtur (antiquiorum studia comprehendit W. Suess, p. 200 sq).

 

41. Aristot. rhet. 1357 a 34: τὸ μὲν γὰρ εἰκός ἐστιν ὡς ἐπὶ τὸ πολὺ γινόμενον, οὐχ ἁπλῶς δὲ καθάπερ ὁρίζονταί τινες, ἀλλὰ τὸ περὶ τὰ ἐνδεχόμενα ἄλλως ἔχειν.

Cf. 1402 b 15: ἔστι δὲ τὰ μὲν ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ ἢ ὅντων ἢ δοκούντων συνηγμένα ἐνθυμήματα ἐκ τῶν εἰκότων. Ibd. 21: τὸ δὲ εἰκὸς οὐ τὸ ἀεὶ ἀλλὰ τὸ ὡς ἐπὶ τὸ πολύ.

Duplex apud oratores genus esse τῶν εἰκότων facile legendo cognosces: alterum quo veri simile aliquid esse demonstratur, ut Graeci dicunt, τὸ πιθανόν, alterum ex observatione aequi vel iusti, quo probandum aut improbandum esse aliquid efficitur, Graece τὸ πρέπον sive ἐπιεικές sive προσῆκον. Illud iam apud Theognin Megareum apparet, Corace vetustiorem (279):

εἰκός τοι κακὸν ἄνδρα κακῶς τὰ δίκαια νομίζειν,

μηδεμίαν κατόπισθʼ ἁζόμενον νέμεσιν.

Alterum tragicorum poetarum exemplis lucide inlustrari potest, ut est Aeschyli Eum. 193 de Furiis

… λέοντος ἄντρον αἱματορρόφου

οἰκεῖν τοιαύτας εἰκός, ού χρηστηρίοις

ἐν τοῖσδε πλησίοισι τρίβεσθαι μύσος.

Ut oratorum exemplis utar, τὸ πιθανόν habes [Isocr.] 1, 45: τὸν γὰρ αὐτῷ τὰ βέλτιστα πράττειν ἐπιτάττοντα, τοῦτον εἰκὸς καὶ τῶν ἄλλων τοὺς ἐπὶ τὴν ἀρετὴν παρακαλοῦντας ἀποδέχεσθαι, vel Isocratis 2, 2 sq.: τοὺς μὲν γὰρ ἰδιώτας ἐστὶ πολλὰ τὰ παιδεόοντα... ὥστʼ ἐξ ἁπάντων τούτων εἰκὸς αὐτοὺς βελτίους γίγνεσθαι, cf. 4, 184. 5, 19. 113. 141. 6, 40. 59. 75. 96. 7, 2. 11. 37. 14, 52. 15, 34 (ubi τὸ δυνατόν additur), 15, 41. 82. 86. 169. 17, 46 (in dilemmate). 55. 18, 13. 14. 15. 16. 19. 45. 21, 6. 7. 14. Rarum excepta vicesima oratione alterum apud Isocratem, velut est 15, 309: ὧν εἰκὸς ὑμᾶς ἐνθυμουμένους ὑπὲρ μὲν τοῦ πλήθους τοῦτο σκοπεῖν, ὅπως... τῶν δικαίων τεύξονται, i. e. ‘par vel consentaneum est’, at apud Lysiam multum valet. εἰκότως denique fere semper ‘meritοʼ vel ‘iureʼ intellegendum. Itaque ex duplici radice τὸ εἰκός producitur, aut ex observatione eius, quod plerumque fit, id quod πιθανόν est, aut ex communi de iusto et aequo opinione. Et hoc quidem iudices tractandi genus, quamvis sit frequens, minime argumenti vim habet, sed ad animos movendos pertinet. Contra ex observatione τοῦ ὡς ἐπὶ τὸ πολὺ γινομένου argumenta derivari possunt, non vera quidem, sed veri similia, quia in vitae humanae regione versamur, ubi quae fieri solent, neque semper neque ubique fiunt, sunt enim ἐνδεχόμενα ἄλλως ἔχειν.

 

42. Plato Phaedr. 272 D: v. B II 16.

 

43. Anaximenes rhet. 7, p. 37, 2 H.: μία μὲν οὖν ἐστι τὸ τὰ πάθη τὰ κατὰ φύσιν ἀκολουθοῦντα τοῖς ἀνθρώποις συμπαραλαμβάνειν ἐν τῷ κατηγορεῖν ἢ ἀπολογεῖσθαι... (14) ἕτερον δὲ μέρος ἐστὶ τῶν εἰκότων ἔθος, ὃ κατὰ συνήθειαν ἕκαστοι ποιοῦμεν.

 

44. Ex observatione consuetudinis humanae paria componuntur. Ecce exempla:

πένητες – πλούσιοι: Aristot. rhet. 1669 a 11. 1389 b 13 sq. 1378 b 28. 1390 b 32. Anaximenes 36, p. 86, 20 H. Plato Phaedr. 227 C. Lysias 24, 16. 31, 11. fr. CXIX 4 (p. 371 Th.).  Isocr. Areop. (7) 83. Demosthenes 45, 67.

ἰσχυροί – ἀσθενεῖς: Aristot. rhet. 1377 a 20. Anaximenes rhet. 36, p. 86, 18. 23 H. Plato Phaedr. 273 B. Lysias 24. 16. Quint. inst. οr. V 10, 26.

ὑβρισταί – σώφρονες: Anaximenes 36, p. 86, 19 H. Antiphon Tetral. Γ β 1. Aristot. rhet. 1369 a 21.

νέοι – γέροντες: Antiphon Tetral. Γ. Aristot. rhet. 1369 a b. 1378 b 28. 1389 a 3 sq.

Anaximenes 36, p. 86, 17. 29, p. 68, 23 H. Anοn. (Cornuti) rhet. 43 sq. p. 362, 2 H. Lysias 24, 16. frg. CXIX 4 (p. 371 Th.) Isocr. ep. 8, 9.

Sophocles frg. 718. Euripides frg. 149 (Stobaeus IV 338 sq. H.). Plato Phaedr. 227 C.

Cf. νεανιεύεσθαι verbi usum. Inde explicatur νεότης καὶ ἀπειρία (ἄνοια): Sophocles O. C. 1181. Euripides Ion. 545, Thucydides VI 17. Antiphon 5, 79. Andocides 2. 7. Lysias 16, 20. Isaeus frg. III Bue.

[Demosthenes] 58, 1 sq. 41. 57 sq. 59, 14.

Demosthenes 27, 2.

εὐδαιμονία – ἀτυχία: Antiphon Tetral. A δ 9.

 

45. Aristot. rhet. 1369 a 5: πάντα, ὅσα πράττουσιν, ἀνάγκη πράττειν διʼ αἰτίας ἑπτά· διὰ τύχην, διὰ φύσιν, διὰ βίαν, διʼ ἔθος, διὰ λογισμόν, διὰ θυμόν, διʼ ἐπιθυμίαν. τὸ δὲ προσδιαιρεῖσθαι καθʼ ἡλικίαν ἢ ἕξεις ἢ ἄλλʼ ἄττα τὰ πραττόμενα περίεργον. εἰ

5 γὰρ συμβέβηκεν τοῖς νέοις ὀργίλοις εἶναι ἢ ἐπιθυμητικοῖς, οὐ διὰ τὴν νεότητα πράττουσι τὰ τοιαῦτα ἀλλὰ διʼ ὀργὴν καὶ ἐπιθυμίαν. οὐδὲ διὰ πλοῦτον καὶ πενίαν, ἀλλὰ συμβέβηκε τοῖς μὲν πένησι διὰ τὴν ἔνδειαν ἐπιθυμεῖν χρημάτων, τοῖς δὲ πλουσίοις διὰ τὴν ἐξουσίαν ἐπιθυμεῖν τῶν μὴ ἀναγκαίων ἡδονῶν.

4 ἡλικίαν solus Ac        ἡλικίας cett.

Technographum patet impugnari, qui de eiusmodi rebus scripserat. Cf. Gorgiae Palam. 32.

 

46. Anaxim. rhet. 7, p.37, 16 H.: τρίτον δὲ (sc. μέρος τῶν εἰκότων) κέρδος· πολλάκις γὰρ διὰ τοῦτο τὴν φύσιν βιασάμενοι καὶ τὰ ἤθη προειλόμεθα πράττειν.

Cf. Gorgias Palam. 19: δισσῶν γὰρ τούτων ἕνεκα πάντες πάντα πράττουσιν, ἢ κέρδος τι μετιόντες ἢ ζημίαν φεύγοντες. Aristot. rhet. 1, 12 (ὧν ἕνεκα ἀδικοῦσιν) 1372 a 36: καὶ οἷς τὰ μὲν κέρδη φανερὰ ἢ μεγάλα ἢ ἐγγύς, αἱ δὲ ζημίαι μικραὶ ἢ ἀφανεῖς ἢ πόρρω. Isocr. Antid. (15) 217: ἡδονῆς ἢ κέρδους ἢ τιμῆς ἕνεκα φημὶ πάντας πάντα πράττειν, adv. Euth. (21) 6: ἀλλὰ μὴν καὶ ἐξ αὐτοῦ ἄν τις τοῦ πράγματος γνοίη, ὅτι πολὺ μᾶλλον εἰκὸς ἦν Eὐθύνουν λαβόντα ἐξαρνεῖσθαι ἢ Νικίαν μὴ δόντα αἰτιᾶσθαι. δῆλον γὰρ ὅτι πάντες κέρδους ἕνεκʼ ἀδικοῦσιν. οἳ μὲν οὖν ἀποστεροῦντες, ὧνπερ ἕνεκʼ ἀδικοῦσιν, ἐχουσιν, οἱ δʼ ἐγκαλοῦντες οὐδʼ εἰ λήψεσθαι μέλλουσιν, ἴσασιν. Lysias 7, 13: πάντες γὰρ ἄνθρωποι τὰ τοιαῦτα οὐχ ὕβρεως ἀλλὰ κέρδους ἕνεκα ποιοῦσι, καὶ ὑμᾶς εἰκὸς οὕτω σκοπεῖν καὶ τοὺς ἀντιδίκους ἐκ τούτων τὰς κατηγορίας ποιεῖσθαι, ἀποφαίνοντας, ἥτις ὠφέλεια τοῖς ἀδικήσασιν ἐγίγνετο.

 

47. Andocides 1, 6: αἰτοῦμαι οὖν ὑμᾶς, ὦ ἄνδρες, εὔνοιαν πλείω παρασχέσθαι ἐμοὶ τῷ ἀπολογουμένῳ ἢ τοῖς κατηγόροις, εἰδότας ὅτι, κἂν ἐξ ἴσου ἀκροᾶσθε, ἀνάγκη τὸν ἀπολογούμενον ἔλαττον ἔχειν. οἳ μὲν γὰρ ἐκ πολλοῦ χρόνου ἐπιβουλεύσαντες καὶ συνθέντες, αὐτοὶ ἄνευ κινδύνων ὄντες, τὴν κατηγορίαν ἐποιήσαντο, ἐγὼ δὲ μετὰ δέους καὶ κινδύνου καὶ διαβολῆς τῆς μεγίστης τὴν ἀπολογίαν ποιοῦμαι. εἰκὸς οὖν ὑμᾶς ἐστιν εὔνοιαν πλείω παρασχέσθαι ἐμοὶ ἢ τοῖς κατηγόροις. ἔτι δὲ καὶ τόδε ἐνθυμητέον, ὅτι πολλοὶ ἤδη πολλὰ καὶ δεινὰ κατηγορήσαντες παραχρῆμα ἐξελέγχθησαν ψευδόμενοι οὕτω φανερῶς, ὥστε ὑμᾶς πολὺ ἂν ἥδιον δίκην λαβεῖν παρὰ τῶν κατηγόρων ἢ παρὰ τῶν κατηγορουμένων. οἳ δὲ αὖ μαρτυρήσαντες τὰ ψευδῆ <καὶ> ἀδίκως ἀνθρώπους ἀπολέσαντες, ἑάλωσαν παρʼ ὑμῖν ψευδομαρτυρίων, ἡνίκʼ οὐδὲν ἦν ἔτι πλέον τοῖς πεπονθόσιν. ὁπότʼ οὖν ἤδη πολλὰ τοιαῦτα γεγένηται, εἰκὸς ὑμᾶς ἐστι μήπω τοὺς τῶν κατηγόρων λόγους πιστοὺς ἡγεῖσθαι. εἰ μὲν γὰρ δεινὰ κατηγόρηται ἢ μή, οἷόν τε γνῶναι ἐκ τῶν τοῦ κατηγόρου λόγων. εἰ δὲ ἀληθῆ ταῦτά ἐστιν ἢ ψευδῆ, οὐχ οἷόν τε ὑμᾶς πρότερον εἰδέναι, πρῖν ἂν καὶ ἐμοῦ ἀκούσητε ἀπολογουμένου.

Item Lysias 19, 3: ἀνάγκη γὰρ τὸν ἀπολογούμενον, κἂν ἐξ ἴσου ἀκροᾶσθε, ἔλαττον ἔχειν. οἳ μὲν γὰρ ἐκ πολλοῦ χρόνου ἐπιβουλεύοντες, αὐτοὶ ἄνευ κινδύνων ὄντες, τὴν κατηγορίαν ἐποιήσαντο, ἡμεῖς δὲ ἀγωνιζόμεθα μετὰ δέους καὶ διαβολῆς καὶ κινδύνου <τοῦ> μεγίστου. εἰκὸς οὖν ὑμᾶς εὔνοιαν πλείω ἔχειν τοῖς ἀπολογουμένοις. οἶμαι γὰρ πάντας ὑμᾶς εἰδέναι, ὅτι πολλοὶ ἥδη πολλὰ καὶ δεινὰ κατηγορήσαντες παραχρῆμα ἐξηλέγχθησαν ψευδόμενοι οὕτω φανερῶς, ὥστε ὑπὲρ πάντων τῶν πεπραγμένων μισηθέντες ἀπελθεῖν. οἵ δʼ αὖ μαρτυρήσαντες τὰ ψευδῆ καὶ ἀδίκως ἀπολέσαντες ἀνθρώπους, ἑάλωσαν, ἡνίκα οὐδὲν ἦν πλέον τοῖς πεπονθόσιν. ὅτʼ οὖν τοιαῦτα πολλὰ γεγένηται, ὡς ἐγὼ ἀκούω, εἰκὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, μήπω τοὺς τῶν κpατηγόρων λόγους ἡγεῖσθαι πιστούς, πρὶν ἂν καὶ ἡμεῖς εἴπωμεν.

Concinit tertius Isocr. Antid. (15) 17 sq. Rem a parte accusatoris in contrarium versam, quod ipsum quoque εἰκός vocatur, habes Lys. 14, 23 sq. Conclusio fit ἐκ συγκρίσεως eodemque loco alterum εἰκός nititur, quod exstat in Andocidis 1 prohoemio 3 (περὶ τῶν ἐθελοντῶν εἰς κινδύνους καθισταμένων καὶ τῶν μὴ ὑπομεινάντων), unde hoc saltem apparet Andocidem ubique eodem uti auctore. Estne Thrasymachus? Cf. supra fr. 29. Lys. 7, 38. 14, 31. Andoc. 2, 19.

 

48. Aristot. rhet. 1397 a 7: ἔστι δὲ εἷς μὲν τόπος τῶν δεικτικῶν ἐκ τῶν ἐναντίων. δεῖ γὰρ σκοπεῖν, εἰ τῷ ἐναντίῳ τὸ ἐναντίον ὑπάρχει, ἀναιροῦντα μέν, εἰ μὴ ὑπάρχει, κατασκευάζοντα δέ, εἰ ὑπάρχει, οἷον ὅτι τὸ σωφρονεῖν ἀγαθόν· τὸ γὰρ ἀκολασταίνειν βλαβερόν κτλ.

3 ὑπάρχει om. ΘΠ

Aristotelem hos, quos enumerat, XXVIII locos non omnes primum finxisse, sed alia ab aliis sumpsisse vel ex eo apparet, quod sunt inter eos nonnulli, quibus auctorum nomina diserte adponit. Iam vero, cum τὴν ἐκ τῶν ἐναντίων ἀπόδειξιν primam nominat, memineris oportet de re agi apud oratores et poetas V./IV. saeculi trita. Aristoph. ran. 1443 sq. hoc dicendi artificium inludere vix est cur moneam, ubi Euripidem, sophisticis artibus instructum, dicentem inducit patriam salvam fore,

ὅταν τὰ νῦν ἄπιστα πίσθʼ ἡγώμεθα,

τὰ δʼ ὄντα πίστʼ ἄπιστα. – πῶς; οὐ μανθάνω...

εἰ τῶν πολιτῶν, οἷσι νῦν πιστεύομεν,

τούτοις ἀπιστήσαιμεν, οἷς δʼ οὐ χρώμεθα,

τούτοισι χρησαίμεσθʼ, ἰσως σωθεῖμεν ἄν,

οἳ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι. πῶς

τἀναντίʼ ἂν πράξαντες οὐ σωζοίμεθʼ ἄν;

Iam si sumas exemplum quale est Andocidis 1, 24 ὥσπερ οὖν, εἰ ἀληθῆ ἦν ταῦτα, ἅ μου κατηγόρησαν, ἐμοὶ ἂν ὠργίζεσθε καὶ ἠξιοῦτε δίκην τὴν μεγίστην ἐπιτιθέναι, οὕτως ἀξιῶ ὑμᾶς, γιγνώσκοντας, ὅτι ψεύδονται, πoνηρούς τε αὐτοὺς νομίζειν χρῆσθαί τε τεκμηρίῳ, ὅτι εἰ τὰ δεινότατα τῶν κατηγορηθέντων περιφανῶς ἐλέγχονται ψευδόμενοι, ἦ που τὰ {γα} πολλῷ φαυλότερα ῥᾳδίως ὑμῖν ἀποδείξω ψευδομένους αὐτούς, numquid mutatur, si pro eo, quod est οὕτως ἀξιῶ ὑμᾶς, reponas οὕτως εἰκὸς ὑμᾶς?

 

49. Aristot. rhet. 1397 b 28: ἄλλος ἐκ τοῦ τὸν χρόνον σκοπεῖν, οἷον ὡς Ἰφικράτης ἐν τῇ πρὸς Ἁρμόδιον, ὅτι εἰ πρὶν ποιῆσαι ἠξίουν τῆς εἰκόνος τυχεῖν, ἐὰν ποιήσω, ἔδοτε ἄν· ποιήσαντι δʼ ἀρʼ οὐ δώσετε; μὴ τοίνυν μέλλοντες μὲν ὑπισχνεῖσθε, παθόντες δʼ ἀφαιρεῖσθε κτλ.

Re vera hic locus, cuius ex oratoribus exempla plurima Spengel congessit, est ἐκ συγκρίσεως τοῦ χρόνου, vide Lysiae 3, 25: καίτοι πῶς εἰκός ἐστι, τότε μὲν ἡμᾶς τοιαῦτα ἐξαμαρτάνειν οἷα κατηγόρηκεν οὗτος, ἀποστερῆσαι βουλομένους τὰς τριακοσίας δραχμάς, ἐπειδὴ δὲ ἀπεμαχεσάμεθα, τηνικαῦτα ἀποδοῦναι τὸ ἀργύριον αὐτῷ; Cf. Lys. 24, 7, quo loco τέχνας subesse facile intellegas. Simplex ἐκ τοῦ χρόνου (καιροῦ) εἰκός habes Lys. 16, 5, Andoc. 3, 2.

 

50. Aristot. rhet. 1398 a 30: ἄλλος (sc. τόπος) ἐκ διαιρέσεως, οἱονεὶ πάντες τριῶν ἕνεκεν ἀδικοῦσιν· ἢ τοῦδε γὰρ ἕνεκα ἢ τοῦδε ἢ τοῦδε. καὶ διὰ μὲν τὰ δύο ἀδύνατον, διὰ δέ τὸ τρίτον οὐδʼ αὐτοί φασιν.

Gorgiae Helenae lusum ex tali divisione constare Spengel adnotavit, idem Aristotelem ipsum ad Isocr. Antid. 217 sq. adludere demonstravit. Sed etiam Palamedis apud Gorgiam argumentatio divisione nititur. Addo in Antiphontis prima tetralogia defensionem hoc uti artificio (A β 5 sq.), nec desunt in orationibus eius alia divisionis vestigia. Tres igitur sophistae doctores illo schemate usi sunt ac duo quidem in artibus. Ad rem H. Gomperz p. 12 sq.

 

51. Aristot. rhet. 1397 a 23: ἄλλος (sc. τόπος) ἐκ τῶν πρὸς ἄλληλα· εἰ γὰρ θατέρῳ ὑπάρχει τὸ καλῶς ἢ δικαίως ποιῆσαι, θατέρῳ τὸ πεπονθέναι, καὶ εἰ κελεῦσαι, καὶ τὸ πεποιηκέναι, οἷον ὡς ὁ τελώνης Διομέδων περὶ τῶν τελῶν· εἰ γὰρ μηδʼ ὑμῖν αἰσχρὸν τὸ 5 πωλεῖν, οὐδʼ ἡμῖν τὸ ὠνεῖσθαι. καὶ εἰ τῷ πεπονθότι τὸ καλῶς ἢ δικαίως ὑπάρχει, καὶ τῷ ποιήσαντι. ἔστι δʼ ἂν τοῦτο παραλογίσασθαι· εἰ γὰρ δικαίως ἔπαθέν τι, {δικαίως πέπονθεν,} ἀλλʼ ἴσως οὐχ ὑπὸ σοῦ.

2 καὶ τὸ δικαμως ΘΠ    5 οὐδʼ: μηδʼ Ac            ἢ: και ΘΠ        6 καὶ εἰ τῷ ποιήσαντι, καὶ τῷ πεπονθότι post ποιήσαντι add. ΘΠ           7 δὴ τοῦτο Ac Dionysius, δʼ ἐν τούτῳ ΘΠ

Tyndareos quidem in Euripidis Oreste 538

θυγάτηρ δʼ ἐμὴ θανοῦσʼ ἔπραξεν ἔνδικα,

ἀλλʼ οὐχὶ πρὸς τοῦδʼ εἰκὸς ἦν αὐτὴν θανεῖν,

ubi quod εἰκός inducitur, eodem iure tenendum est, quo quod Aristoteles dicit ἔστι δʼ ἓν τοῦτο παραλογίσασθαι, nam hoc ipsum est sophisticae rhetoricae proprium. Inde auctor ad Her. 1, 16, 26: ‘cum usus fuerit Orestes ratione hoc pacto: iure occidi, illa enim patrem meum occiderat, utetur accusator firmamento hoc pacto: sed non abs te occidi neque indemnatam poenas pendere oportuit.ʼ Facile hoc et pervulgatum exemplum nominat Cicero inv. 1, 13, 18, dignum autem est observatione, quod eandem causam Theodectes quoque, tragicus poeta et rhetor, in Oresta tractaverat, adhibens locum ἐκ διαιρέσεως, de quo Aristoteles rhet. 1401 a 33 dicit: ὅλος δὲ ὁ τόπος παραλογιστικός. Cf. ibid. 35: ἢ τὸ ἐν τῷ Ὀρέστῃ τῷ Θεοδέκτου· ἐκ διαιρέσεως γάρ ἐστιν· ‘δίκαιόν ἐστιν, ἥτις ἂν κτείνῃ πόσιν,ʼ ἀποθνήσκειν ταύτην. – καὶ τῷ πατρί γε τιμωρεῖν τὸν υἱόν. οὐκ οὖν καὶ ταῦτα δίκαια πέπρακται; συντεθέντα γὰρ ἴσως οὐκέτι {δίκαιον} (ταῦτα δίκαια scripsi pro ταῦτα καί). Ὀρέστου ἀπολογία Antistheni quoque tribuitur.

 

52. Aristot. rhet. 1397 b 12: ἄλλος (sc. τόπος) ἐκ τοῦ μᾶλλον καὶ ἧττον, οἷον εἰ μηδʼ οἱ θεοὶ πάντα ἴσασιν, σχολῇ οἳ γʼ ἄνθρωποι· τοῦτο γάρ ἐστιν, εἰ, ᾧ μᾶλλον ἂν ὑπάρχοι, μὴ ὑπάρχει. δῆλον ὅτι οὐδʼ ᾧ ἧττον. τὸ δʼ ὅτι τοὺς πλησίον τύπτει, ὅς γε καὶ τὸν πατέρα τύπτει, ἐκ τοῦ ὅτι, εἰ τὸ ἧττον ὑπάρχει, καὶ τὸ μᾶλλον ὑπάρχει... τοὺς γὰρ πατέρας ἧττον τύπτουσιν ἢ τοὺς πλησίον... ἔτι εἰ μήτε μᾶλλον μήτε ἧττον.

Excerpsi quae in loco corrupto et duplici traditione inquinatos atis bene intellegi poterant. Unde autem sumpta sint, idem auctοr apertius demonstrat top. II 10, p. 115 a 6: ἄλλος ἑνὸς περὶ δύο λεγομένου, εἰ ᾧ μᾶλλον εἰκὸς ὑπάρχειν, μὴ ὑπάρχει, οὐδʼ ᾧ ἧττον, καὶ εἰ, ᾧ ἧττον κτλ. Porro videas Alcidamantis περὶ σοφ. 6: τοὺς μὲν γὰρ τὰ χαλεπὰ τῶν ἔργων ἐπιτελοῦντας εἰκός, ὅταν ἐπὶ τὰ ῥᾴω τὴν γνώμην μεταστήσωσιν, εὐπόρως μεταχειρίσασθαι τὴν τῶν πραγμάτων ἀπεργασίαν· τοῖς δὲ τὰ ῥᾴδια γεγυμνασμένοις ἀντίτυπος καὶ προσάντης ἡ τῶν χαλεπωτέρων ἐπιμέλεια καθίσταται. Cf. Aristot. rhet. 1392 a 13 et Isocr. Hel. 8. Anaxim. 6, p. 29, 7 H. Exempla poetarum et oratorum praeter ipsum Aristotelem Spengel dabit in commentario. – Ceterum videas de Corace supra, de Gorgia, de Theodoro, Callippο. Res ita videtur se habere, ut antiquiores singulos quisque locos in arte sua elaboraverint, Aristoteles autem primus talium locorum systema constituerit, antecessorum ex parte usus observationibus, ex parte nova addens.

 

53. Andocides 3, 2: εἰ μὲν οὖν μηδεπώποτε πρότερον ὁ δῆμος {ὁ τῶν Ἀθηναίων} εἰρήνην ἐποιήσατo πρὸς Λακεδαιμονίους, εἰκότως ἂν ἐφοβούμεθα αὐτὸ διά τε τὴν ἀπειρίαν τοῦ ἔργου διά τε τὴν ἐκείνων ἀπιστίαν. ὅπου δὲ πολλάκις ἤδη πρότερον εἰρήνην ἐποιήσασθε δημοκρατούμενοι, πῶς οὐκ εἰκὸς ὑμᾶς πρῶτον ἐκεῖνα σκέψασθαι τὰ τότε γενόμενα; χρὴ γάρ, ὦ Ἀθηναῖοι, τεκμηρίοις χρῆσθαι τοῖς πρότερον γενομένοις περὶ τῶν μελλόντων ἔσεσθαι. Ibd. 32: τὰ γὰρ παραδείγματα τὰ γεγενημένα τῶν ἁμαρτημάτων ἱκανὰ τοῖς σώφροσι τῶν ἀνθρώπων ὥστε μηκέτι ἁμαρτάνειν.

Exempli in oratione graeca antiquitus principalem fuisse usum Herodotus docet, v. Navarre p. 73. De doctrina Anaximenes p. 36, 15, p. 39, 22 (cap. 8) H. Aristot. rhet. 1357 b 26, 1402 b 14, 1403 a 5. Rem breviter adumbrat Lycurgus adv. Leocrat. 9: ἀναγκαῖον τὴν ὑμετέραν κρίσιν καταλείπεσθαι παράδειγμα τοῖς ἐπιγιγνομένοις. Wendland, Quaestionum rhetoricarum (Gotting. 1914) 4 sq. Karl Alevell, Über das rhetorische Paradeigma (Diss. Kiel 1913). K. Jost, Rhetorische Studien 19, Paderborn 1936, Gisela Schmitz-Kahlmann, Philologi Suppl. 31, 4 (1939) p. 34 sq. Quamvis enim in oratione publlca praecipuus fuerit exempli lοcus, tamen utile etiam apud iudices est, ut vel εἰκότα deducantur, praecipue vero in vita alicuius examinanda, ut quasi norma sit probe actorum vel commissi sceleris. Sic e. g. Demosthenes in Leptines, Dinarchus in Demosthenis accusatione. Itaque exemplum etiam συγκρίσει dat locum, cf. e. g. Lycurgi in Leocr. 59. Argumentandi rationem monstrat Lysias 13, 56: τοῦτον μέντοι οἳ μὲν τριάκοντα ἀφεῖσαν,… ὑμεῖς δὲ πολλῷ χρόνῳ ὕστερον λαβόντες ἐν δικαστηρίῳ ὡς ἀνδροφόνον ὅντα, θάνατον δικαίως καταψηφισάμενοι, τῷ δημίῳ παρέδοτε, καὶ ἀπετυμπανίσθη. καίτοι εἰ ἐκεῖνος ἀπέθανεν, ἦ που Ἀγόρατός γε δικαίως ἀποθανεῖται.

 

54. Anaxim. 3, p. 30, 5 H.: χρὴ δὲ καὶ εἰκάζοντα συμβιβάζειν καὶ ἐποικοδομοῦντα τὸ ἕτερον ὡς ἐπὶ τὸ ἕτερον αὔξειν τρόπῳ τοιῷδε· ὅστις δὲ τῶν φίλων κήδεται, τοῦτον εἰκὸς καὶ τοὺς αὑτοῦ γονεῖς τιμᾶν, ὅστις δὲ τοὺς γονέας τιμᾷ, οὗτος καὶ τὴν πατρίδα τὴν ἑαυτοῦ εὖ ποιεῖν βουλήσεται.

Minus apte Ploebst p. 22. Sed et εἰκάζειν et εἰκός antiquam produnt artem. Aristoteles rhet. 1365 a 16.

 

55. Demosthenes in Aristog. (25) 76: ἤδη τοίνυν τινὰς εἶδον τῶν ἀγωνιζομένων, οἳ τοῖς πράγμασιν αὐτοῖς ἁλισκόμενοι καὶ οὐκ ἔχοντες ὡς οὐκ ἀδικοῦσιν δεῖξαι, οἳ μὲν εἰς τὴν τοῦ βίου μετριότητα καὶ σωφροσύνην κατέφυγον, οἳ δʼ εἰς τὰ τῶν προγόνων ἔργα καὶ λητουργίας, οἳ δʼ εἰς ἕτερα τοιαῦτα, διʼ ὧν εἰς ἔλεον καὶ φιλανθρωπίαν τοὺς δικάζοντας ἤγαγον. τούτῳ δʼ οὐδένα ὁρῶ τῶν τόπων τούτων βάσιμον ὄντα, ἀλλὰ πάντʼ ἀπόκρημνα, φάραγγας, βάραθρα.

Locos communes iam tum temporis τόπoυς esse vocatos Demosthenis verba docent, cf. Aristot. rhet. 1358 a 10. 31, alios καιρούς id genus vocasse, Gorgiae causa exposuimus. Exstitisse autem locorum communium conlectiones multis indiciis probatur, de Protagora v. supra p. 49, de Gorgia p. 59, de Antiphonte p. 99. Ac multa paene ipsis verbis repetita apud oratores Atticos leguntur, unde factum est, ut de furtis veteres critici loquerentur, cf. Dionysii de Lysia p. 29, 8 Us.-R., Theonis Prog. p. 62, 23 sq., Caecilii frg. 164. 165 Of. – Nec vero potest esse dubium, quin Andocidis 3, 3-9 compilaverit Aeschines, ut uno saltem utar exemplo, quibus de rebus referendum est ad librum Das Plagiat, quem scripsit E. Stemplinger, alia vero ex rhetorum disciplina petita iterantur et maxime quidem vituperationem vel ea, quae ad laudem aliquam pertinent vel supplicationem. Specimina autem diligenter collegerunt E. Pflugmacher p. 12 sq. et W. Ploebst, 22 sq. Vide praeterea Navarre p. 122 sq. 166 sq. 173 sq., Hοfrichter, Studien zur Entwicklungsgeschichte der Deklamation (Diss. Bresl. 1935) p. 55 sq. Scheel 22 sq. P. Maas, Herm. 63, 259 sq. Ex prooemiis multa passim congessit Hiddemann, De Antiphontis etc. prooemiis (Diss. Monast. 1913). V. etiam E. Maass, Herm. XXII 579 sq. et de termini ipsius historia F. Solmsen, Die Entwicklung der aristotelischen Logik und Rhetorik (Neuephilοl. Unters. 17, Berlin 1929) p. 166 sq.

 

56. Plato Apol. 35 B/C: χωρὶς δὲ τῆς δόξης, ὦ ἄνδρες, οὐδὲ δίκαιόν μοι δοκεῖ εἶναι δεῖσθαι τοῦ δικαστοῦ οὐδὲ δεόμενον ἀποφεύγειν, ἀλλὰ διδάσκειν καὶ πείθειν. οὐ γὰρ ἐπὶ τούτῳ κάθηται ὁ δικαστής, ἐπὶ τῷ καταχαρίζεσθαι τὰ δίκαια, ἀλλʼ ἐπὶ τῷ κρίνειν ταῦτα.

Cf. leg. 949 B/C: καὶ τὸ παράπαν ἐν δύκῃ τοὺς προέδρους μὴ ἐπιτρέπειν μήτε ὀμνύντι λέγειν πιθανότητος χάριν μήτε ἐπαρώμενον ἑαυτῷ καὶ γένει μήτε ἱκετείαις χρώμενον ἀσχήμοσι μήτε οἴκτοις γυναικείοις. Haec quamquam ex usu litigantium sumpta sunt, tamen eius generis praecepta fuissse consentaneum est in artibus, quales Thrasymachi fuerunt Ἔλεοι. Vide Phaedr. 272 A, Apol. 38 D/E. Gorgiae Palam. 33. Aristoph. Vesp. 555 sq. Aristotelis rhet. 1385 b 12.

 

57. Anaxim. 19, p. 55, 17 H.: αἰτήματα δὲ ἔστιν ἐν τοῖς λόγοις, ἅ παρὰ τῶν ἀκουόντων οἱ λέγοντες αἰτοῦνται, τούτων δʼ ἐστὶ τὰ μὲν ἄδικα, τὰ δὲ δίκαια. δίκαιον μὲν οὖν ἐστι τό τε προσέχειν τοῖς λεγομένοις αἰτεῖσθαι καὶ μετʼ εὐνοίας ἀκούειν, δίκαιον δὲ καὶ τὸ κατὰ τοὺς νόμους αὐτῷ βοηθῆσαι καὶ τὸ μηδὲν παρὰ τοὺς νόμους ψηφίσασθαι καὶ τὸ τοῖς ἀτυχήμασι συγγνώμην ἔχειν. ἐὰν δὲ ᾖ παρὰ τοὺς νόμους, ἄδικον.

 

58. Aristot. Eth. Nic. 1111 a 24: ἴσως γὰρ οὐ καλῶς λέγεται ἀκούσια εἶναι τὰ διὰ θυμὸν ἢ διʼ ἐπιθυμίαν.

Cf. Anaxim. 7 p. 39, 16 H.: συγγνώμης πειρατέον τυγχάνειν παραλαμβάνοντα τὰ κοινὰ τῶν ἀνθρώπων γινόμενα πάθη, διʼ ὧν ἐξιστάμεθα τοῦ λογισμοῦ, ταῦτα δʼ ἐστὶν ἔρως (v. Gorgiae Hel. 19), ὀργή, μέθη, φιλοτιμία καὶ τὰ τούτοις ὁμοιότροπα. Auctor ad Her. 2, 16, 24.

 

59. Aristot. rhet. 1356 a 5: διὰ μὲν οὖν τοῦ ἤθους (sc. πίστεις πορίζονται), ὅταν οὕτω λεχθῇ ὁ λόγος, ὥστε ἀξιόπιστον ποιῆσαι τὸν λέγοντα· τοῖς γὰρ ἐπιεικέσι πιστεύομεν μᾶλλον καὶ θᾶττον, περὶ πάντων μὲν ἁπλῶς, ἐν οἷς δὲ τὸ ἀκριβὲς μή ἐστιν ἀλλὰ τὸ ἀμφιδοξεῖν, καὶ παντελῶς. δεῖ δὲ καὶ τοῦτο συμβαίνειν διὰ τοῦ λόγου, ἀλλὰ μὴ διὰ τοῦ προδεδοξάσθαι ποιόν τινα εἶναι τὸν λέγοντα. οὐ γὰρ ὥσπερ ἔνιοι τῶν τεχνολογούντων τιθέασιν ἐν τῇ τέχνῃ καὶ τὴν ἐπιείκειαν τοῦ λέγοντος ὡς οὐδὲν συμβαλλομένην πρὸς τὸ πιθανόν, ἀλλὰ σχεδὸν ὡς εἰπεῖν κυριωτάτην ἔχει πίστιν 5 τὸ ἦθος. διὰ δὲ τῶν ἀκροατῶν (sc. γίγνονται πίστεις), ὅταν εἰς πάθος ὑπὸ τοῦ λόγου προαχθῶσιν· οὐ γὰρ ὁμοίως ἀποδίδομεν τὰς κρίσεις λυπούμενοι καὶ χαίροντες ἢ φιλοῦντες καὶ μισοῦντες· πρὸς ὃ καὶ μόνον πειρᾶσθαί φαμεν πραγματεύεσθαι τοῦς νῦν τεχνολογοῦντας.

3 καὶ om. nonnulli ll.                συμβαλλομένου deteriores.

1 δόξαν τοῦ ῥήτορος fuisse alicuius rhetoribus momenti docet Aristotelis adlusiο, cf. Anaximenes 14, p. 48, 5 et 15 H., ibid. p. 81, 16. 23, p. 82, 9, Isocr. 15, 278, qui cum dicit: τίς γὰρ οὐκ οἶδε... τὰς πίστεις μεῖζον δυναμένας τὰς ἐκ τοῦ βίου γεγενημένας ἢ τὰς ὐπὸ τοῦ λόγου πεπορισμένας; leniter corrigi videtur ab Aristotele.

 

60. Isocr. 12 (Panath.), 1: οὐδʼ αὖ (προῃρούμην γράφειν λόγους) τοὺς ἁπλῶς εἰρῆσθαι δοκοῦντας καὶ μηδεμιᾶς κομψότητο ςμετέχοντας, οὓς οἱ δεινοὶ περὶ τοὺς ἀγῶνας παραινοῦσι τοῖς νεωτέροις μελετᾶν, εἴπερ βούλονται πλέον ἔχειν τῶν ἀντιδίκων.

 

61. Plato Phaedr. 237 B/C: περὶ παντός, ὦ παῖ, μία ἀρχὴ τοῖς μέλλουσι καλῶς βουλεύσεσθαι· εἰδέναι δεῖ, περὶ οὗ ἂν ᾖ ἡ βουλή, ἢ παντὸς ἁμαρτάνειν ἀνάγκη. τοὺς δὲ πολλοὺς λέληθεν, ὅτι οὐκ ἴσασι τὴν οὐσίαν ἑκάστου. ὡς οὖν εἰδότες οὐ 5 διομολογοῦνται ἐν ἀρχῇ τῆς σκέψεως, προελθόντες δὲ τὸ εἰκὸς ἀποδιδόασιν.

2 βουλεύεσθαι B          ἃ δεῖ T             3 ἅπαντος T   5 προσ-

 

62. Schol. Thuc. 3, 9, 1. p. 166 H.: διαιρεῖται ἡ δημηγορία αὕτη κεφαλαίοις· τῷ δικαίῳ... τῷ δυνατῷ... τῷ συμφέροντι.

Non potest esse dubium, quin de sedibus argumentorum, quae τελικὰ κεφάλαια vocantur, velut de iusto, utili, honesto, pulchro, possibili in scholis sophistarum iam ante Aristotelem sit disputatum. Testes sunt termini ipsi, inde a tragicis et Thucydide usque ad Demosthenem in publica oration ubique redeuntes. Maxime vero de iusto et utili videtur fuisse quaestio. Statim in Plataeensium oratione Thuc. III 56, 3 habes: εἰ γὰρ τῷ αὐτίκα χρησίμῳ ὑμῶν τε καὶ ἐκείνων πολεμίῳ τὸ δίκαιον λήψεσθε, τοῦ μὲν ὀρθοῦ φανεῖσθε οὐκ ἀληθεῖς κριταὶ ὄντες, τὸ δὲ ξυμφέρον μᾶλλον θεραπεύοντες κτλ., quae pertinent ad τὰ ἐν χρείᾳ μείζονι χρήσιμα (Aristot. rhet. 1365 a 33). Quocum comparandum, quod Isocrates pro iusto fortiter pugnans (cf. 12 (Panathen.), 86) in 6 (Archidamo), 37 dicit. νυνὶ γὰρ περὶ μὲν τοῦ δικαίου πάντες τὴν αὐτὴν γνώμην ἔχομεν, περὶ δὲ τοῦ συμφέροντος ἀντιλέγομεν. δυοῖν δὲ προτεινομένοιν ἀγαθοῖν καὶ τοῦ μὲν ὄντος προδήλου, τοῦ δʼ ἀγνοουμένου, πῶς οὐκ ἂν ποιήσαιτε καταγέλαστον, εἰ τὸ μὲν ὁμολογούμενον ἀποδοκιμάσαιτε, τὸ δʼ ἀμφισβητούμενον ἑλέσθαι δόξειεν ὑμῖν, quod est τὸ κάλλιον τοῦ ἧττον καλοῦ αἱρετώτερον apud Aristotelem rhet. 1364 b 26. Sic in Euripidis Oreste Tyndareos accusatoris partes agens τὸ δίκαιον καὶ νόμιμον (v. praecipue vs. 494 sq., 523) praetendit, Οrestes reus τὸ ὅσιον 546 sq.) et τὸ συμφέρον (565), sic τὸ ὅσιον et τὸ νόμιμον iungit Lysias 13, 93, sic ὅσιον et δίκαιον Antiphon, neque Aristotelem τὸ συμφέρον vocasse τέλος τοῦ συμβουλευτικοῦ ignoratur. Denique δυνατὰ καὶ συμφέροντα commendat Isocrates ep. 9, 19, ἀδύνατον et ῥᾴδιον distinguit idem 5 (Philippi), 57. V. etiam Plat. Alc. I 109 C. 113 D.

 

63. Syrianus, ubi de eo quod est συμφέρον agit, addit II, p. 177, 8 R.: ἐξετάσομεν δὲ τὸ συμφέρον διὰ τόπων ἑπτά·

ἀπὸ τοῦ τοῖς ἐχθροῖς κακοῦ, ἡμῖν δʼ ὠφελίμου,

ἀπὸ τοῦ τοῖς ἐχθροῖς ἡδέος, ἡμῖν δʼ ἀσυμφόρου.

ἀπὸ τοῦ σφόδρα δεῖν ἐκείνων ἀντέχεσθαι,

ὑπὲρ ὡν πόνους τε παμπόλλους ἐπονήσαμεν καὶ χρήματα ἀνηλώσαμεν,

ἀπὸ τῆς πάντων ἀνθρώπων ἢ τῶν πλειόνων κρίσεως,

ἀφʼ ὧν οἱ ἐχθροὶ θαυμάζουσιν,

ἀπὸ τοῦ ὑπὸ τῶν ἐχθρῶν μὴ ψέγεσθαι,

ἀπὸ <τῆς> τῶν ἐνδόξων κρίσεως.

Haec apud Syrianum alienum in caput inculcata sunt. Atque septem numerus admonet de Anaximene, cuius per septem divisiones ex arte antiqua haustae videntur. Eadem apud Sopatrum W, IV 744, 10 sq. apparent paulum mutata, item apud Planudem W. V 350, 26 sq., ex parte concinunt cum Aristotele 1362 b 29 sq., cuius tamen tractatus multis numeris est locupletior, alia est ratio Anaximenis. Simplicitate ita commendantur, ut antiqua putare possis.

 

64. Anaxim. rhet. 2, p. 18, 14 H.: εἰσὶν ἑπτὰ τὸν ἀριθμὸν προθέσεις, περὶ ὡν δημηγορήσομεν· ἀνάγκη γάρ ἐστι καὶ βουλεύεσθαι καὶ λέγειν ἡμᾶς ἐν βουλῇ καὶ δήμῳ ἢ περὶ ἱερῶν ἢ περὶ νόμων ἢ περὶ τῆς πολιτικῆς κατασκευῆς ἢ περὶ τῶν πρὸς τὰς ἄλλας πόλεις συμμαχιῶν καὶ συμβολαίων ἢ περὶ πολέμων ἢ περὶ εἰρήνης ἢ περὶ πόρου χρημάτων. Aristoteles rhet. 1359 b 19: σχεδὸν γάρ, περὶ ὧν βουλεύονται πάντες καὶ περὶ ὧν ἀγορεύουσιν οἱ συμβουλεύοντες, τὰ μέγιστα τυγχάνει πέντε τὸν ἀριθμὸν ὄντα· ταῦτα δʼ ἐστὶν περί τε πόρων καὶ πολέμου καὶ εἰρήνης, ἔτι δὲ περὶ φυλακῆς τῆς χώρας καὶ τῶν εἰσαγομένων καὶ ἐξαγομένων καὶ νομοθεσίας.

Egregie concinit Socrates apud Χen. mem. 3, 6 (Wendland, Anaximenes v. L. 65 sq.), Plato Alcib. II 144 E: οὐκοῦν οἱ ῥήτορες… ξυμβουλεύουσιν ἡμῖν ἐκάστοτε, οἳ μὲν περὶ πολέμου τε καὶ εἰρήνης, οἰ δὲ περὶ τειχῶν οἰκοδομίας ἢ λιμένων κατασκευῆς, ἑνὶ δὲ λόγῳ, ὅσα δήποτε ἡ πόλις πράττει πρὸς ἄλλην πόλιν ἢ αὐτὴ καθʼ αὑτήν, ἀπὸ τῆς τῶν ῥητόρων ξυμβουλῆς ἅπαντα γίγνεται. Demosthenem de cor. 309 et Dinarchum 1, 96 comparat Spengel. Cf. etiam Syriani II p. 177, 3: ἐπὶ δὲ πόλεως... παραληψόμεθα νόμων θέσιν, πολιτείας εὐταξίαν,...  τείχη, νεώρια, ἱερῶν κατασκευήν, πεζούς, ὁπλίτας, ἱππέας καὶ ναυτικὸν... χρήματα, συμμάχους, δόξαν.

 

65. Andoc. 3, 13: σκεψώμεθα οὖν πρῶτον, ὦ ἄνδρες Ἀθ., διὰ τί καὶ πολεμήσωμεν. οἶμαι γὰρ ἂν πάντας ἀνθρώπους ὁμολογῆσαι διὰ τάδε δεῖν πολεμεῖν· ἢ ἀδικουμένους ἢ βοηθοῦντας ἠδικημένοις. Anaximenes 2 p. 25, 3 H.: δεῖ... ἀδικουμένους ὑπὲρ ἑαυτῶν πολεμεῖν ἢ ὑπὲρ συγγενῶν ἢ ὑπὲρ εὐεργετῶν ἢ συμμάχοις ἀδικουμένοις βοηθεῖν.

Cf. Platο Alcib. I 107 D.

 

66. Cic. de or. 2, 12, 49: quid si, quod saepe summis viris accidit, mandata sint exponenda aut in senatu ab imperatore aut ad imperatorem aut ad regem aut ad populum aliquem a senatu, num quia genere orationis in huiusmodi causis accuratiore est utendum, idcirco etiam pars haec causarum numeranda videtur aut propriis praeceptis instruenda? minime vero, inquit Catulus.

De legationis relatione propria praecepta ab Anaximene c. 30, p. 71, 10 sq. H. edi Usener Quaest. Anaxim. p. 42 observavit, addens praeter Ciceronis locum ῥητορικὰ δημηγοριῶν τε καὶ πρεσβειῶν inter Demetrii Phalerei scripta numerari a Diogene Laertio V 80. Plura de his Philodemus, impugnans Diogenem Stoicum, qui Lacedaemonios in legationibus excellere docuerat, etsi rhetoricen non didicissent (rhet. II 216, 15 sq. S.); habes ibid. II p. 217, 8: τῶν [ν]ῦν (i e. Diogenis aetate) ἀπὸ τῆς σ[οφιστ]ι[κῆς πρε]σβευόντων memoriam, idem Diogenes (ibd. 217, 14) statuerat ῥητορικῆς ἐπάγγελμα τοῦτʼ εἶναι τὸ λόγῳ πείθειν ἐν ταῖς πρεσβείαις. Ita fit, ut δικανικοὺς καὶ συμβουλευτικοὺς καὶ πρεσβευτικοὺς λόγους Philodemus enumeret (rhet. I 134, 3 sq. cf. II 265, 3), nec video eur tantas procellas propter Anaximenem solum vel Demetrium Phalereum esse excitatas credamus. omnino sophistarum studia agnoscere mihi videor, qui rei publicae administrandae artem venditabant.

 

67. Plato Menex. 237 A: τίς οὖν ἂν ἡμῖν τοιοῦτος λόγος φανείη;… τὴν εὐγένειαν οὖν πρῶτον αὐτῶν ἐγκωμιάζωμεν, δεύτερον δὲ τροφήν τε καὶ παιδείαν· ἐπὶ δὲ τούτοις τὴν τῶν ἔργων πρᾶξιν ἐπιδείξωμεν, ὡς καλὴν καὶ ἀξίαν τούτων ἀπεφήναντο.

Cf. leg. 801 E sq. Anaxim. 35, p.80, 20 sq. H. Wendland Herm. 25, 183.

 

68. Iosephus c. Apionem I 178 (ex Clearchi primο περὶ ὕπνου libro Aristotelis dicta laudans): οὐκοῦν, εἶπεν ὁ Ἀριστοτέλης, κατὰ τὸ τῶν ῥητορικῶν παράγγελμα τὸ γένος αὐτοῦ πρῶτον διέλθωμεν.

Isocrates ep. 9, 1.

 

69. Isocrates epist. 7, 2: εἰώθασι γὰρ οἱ πλεῖστοι τῶν ἀνθρώπων οὐχ οὕτως ἐπαινεῖν καὶ τιμᾶν τοὺς ἐκ τῶν πατέρων τῶν εὐδοκιμούντων γεγονότας ὡς τοὺς ἐκ τῶν δυσκόλων καὶ χαλεπῶν, ἤν περ φαίνωνται μηδὲν ὅμοιοι τοῖς γονεῦσιν ὄντες.

 

70. Plato Symp. 195 A (Agathο): εἷς δὲ τρόπος ὀρθὸς παντὸς ἐπαίνου περὶ παντός, λόγῳ διελθεῖν, οἷος οἵων αἴτιος ὢν τυγχάνει, περὶ οὗ ἂν ὁ λόγος ᾖ.

 

71. Anaxim. 35, p. 80, 18 H.: τοὺς γὰρ ἰσχυροὺς καὶ τοὺς καλοὺς καὶ τοὺς εὐγενεῖς καὶ τοὺς πλουσίους οὐκ ἐπαινεῖν, ἀλλὰ μακαρίζειν προσήκει.

Distinctio Prodici artes sapit. Cf. autem Aristot. Eth. Nic. 1101 b 31: ὁ μὲν γὰρ ἔπαινος τῆς ἀρετῆς (πρακτικοὶ γὰρ τῶν καλῶν ἀπὸ ταύτης), τὰ δʼ ἐγκώμια τῶν ἐργων ὁμοίως καὶ τῶν σωματικῶν καὶ τῶν ψυχικῶν. ἀλλὰ ταῦτα μὲν ἴσως οἰκειότερον ἐξακριβοῦν τοῖς περὶ τὰ ἐγκώμια πεπονημένοις. Rhet. 1367 b 27: ἔστιν δʼ ἔπαινος λόγος ἐμφανίζων μέγεθος ἀρετῆς... τὸ δʼ ἐγκώμιον τῶν ἔργων ἐστίν. Deinde 1367 b 33: μακαρισμὸς δὲ καὶ εὐδαιμονισμὸς αὑτοῖς μὲν ταύτά, τούτοις δʼ οὐ ταὐτά, ἀλλʼ ὥσπερ ἡ εὐδαιμονία τὴν ἀρετήν, καὶ ὁ εὐδαιμονισμὸς περιέχει ταῦτα (i. e. τὰ ἔργα). Wendland p. 55. 56. Peters 85 sq.

 

72. Aristot. rhet. 1367 a 32: ληπτέον δὲ καὶ τὰ σύνεγγυς τοῖς ὑπάρχουσιν ὡς ταὐτὰ ὄντα καὶ πρὸς ἔπαινον καὶ πρὸς ψόγον, οἷον τὸν εὐλαβῆ ψυχρὸν καὶ ἐπίβουλον καὶ τὸν ἠλίθιον χρηστὸν ἢ τὸν ἀνάλγητον πρᾷον. καὶ ἕκαστον δʼ ἐκ τῶν παρακολουθούντων ἀεὶ 5 κατὰ τὸ βέλτιστον, οἷον τὸν ὀργίλον καὶ τὸν μανικὸν ἁπλοῦν καὶ τὸν αὐθάδη μεγαλοπρεπῆ καὶ σεμνόν. καὶ τοὺς ἐν ταῖς ὑπερβολαῖς

2 ὡς καὶ ταὐτὰ ΘΠ       3 τὸν εὐλαβῆ καὶ εὔψυχον (vel εὔψυχρον) δειλὸν καὶ ἐπίβουλον ΘΠ     ἢ: καὶ ΘΠ

ὡς ἐν ταῖς ἀρεταῖς ὄντας, οἷον τὸν θρασὺν ἀνδρεῖον καὶ τὸν ἄσωτον ἐλευθέριον· δόξει τε γὰρ τοῖς πολλοῖς καὶ ἅμα παραλογιστικὸν ἐκ τῆς αἰτίας.

Haec nota fuisse ante Aristotelem docent ea quae Thucydides profert III 82, Isocrates 2, 34. 46, Plato reip. 474 D, Alc. II 140 C, neque neglegendum, quod Alexander Aphr. in Aristot. top. p. 85 observat: οὕτως καὶ ὁ Καλλικλῆς ἐν τῷ Γοργίᾳ παρὰ τῷ Πλάτωνι τοὺς σώφρονας εἰς τοὺς ἠλιθίους μεταλαμβάνει. Nam ut ait Aristoteles: δόξει τοῖς πολλοῖς, ideoque est doctrina eorum, qui non τὰ τῷ ὄντι amplectuntur, sed τὰ δόξαντα ἂν τῷ πλήθει, non τὰ ἀληθῆ, sed τὰ εἰκότα. Inde παραλογιστικά ab Aristotele vocantur, ut alia quoque sophistarum praecepta.

 

73. Philod. rhet. I p. 215, 9 S.: ἡμεῖς φήσομεν χωρὶς τοῦ καὶ ἀναισθήτων οὐχ οἷον ἀλόγων ζώων αὐτοὺς ἐνκώμια πεποιηκέναι, διότι θεῶν μὲν οὐδεὶς οὐδʼ ἡρώων ἐνκωμίου δεῖται τοῦ παρʼ ἀνθρώπων.

Rhetoricos sophistas auctor impugnat, inter alios fort. Polycratem intellegens.

 

74. Aristot. rhet. 1398 a 22: (ἄλλος τόπος τῶν δεικτικῶν ἐνθυμημάτων ἐξ ὁρισμοῦ)... ὡς ἐν τῷ Ἀλεξάνδρῳ, ὅτι πάντες ἂν ὁμολογήσειαν τοὺς μὴ κοσμίους οὐχ ἑνὸς σώματος ἀγαπᾶν ἀπόλαυσιν. – Ibid. 1401 b 20: ἄλλος τὸ παρὰ τὸ ἑπόμενον· οἷον ἐν τῷ Ἀλεξάνδρῳ, ὅτι μεγαλόψυχος· ὑπεριδὼν γὰρ τὴν πολλῶν ὁμι-

5 λίαν ἐν τῇ Ἴδῃ διέτριβε καθʼ αὑτόν. – Ibid. 1399 a 3: (ἄλλος ἐκ κρίσεως περὶ τοῦ αὐτοῦ)... καὶ περὶ Ἀλεξάνδρου, ὃν αἱ θεαὶ προέκριναν. – Ibid. 1397 b 21: (ἔτι εἰ μήτε μᾶλλον μήτε ἧττον)... ὅτι, εἰ μηδὲ Θησεὺς ἠδίκησεν, οὐδʼ Ἀλέξανδρος, καὶ εἰ μηδʼ οἱ Τυνδαρίδαι, οὐδʼ Ἀλέξανδρος, καὶ εἰ Πάτροκλον Ἕκτωρ, καὶ

10 Ἀχιλλέα Ἀλέξανδρος. – Ibid. 1401 b 35: ἄλλος παρὰ τὴν ἔλλειψιν τοῦ πότε καὶ πῶς, οἷον ὅτι δικαίως Ἀλέξανδρος ἔλαβε τὴν Ἑλένην· αἵρεσις γὰρ αὐτῇ ἐδόθη παρὰ τοῦ πατρός.

3 ὁμολογήσαιμεν ΘΠ   5 γὰρ: δὲ Ac alli          9 εἰ μὴ Ac

Singula Sauppe cοmposuit (Or. Att. II 223 a), ex declamatione Polycratis ea sumpta esse ratus, acute quidem, verum de auctore non constat. Ipsum opus Gorgiae Helenae simile fuit, respicitur autem fortasse a Philodemo, cum de sophistis rhetoricis dicit (I 217, 26 S.): προκρίνοντες ἐν ταῖς συμβλήσεσιν Πηνελόπης Κλυταιμήστραν καὶ τὸν Πάριν Ἀλέξανδρον Ἕκτορος ἀφανίζουσι τὰς ἀρετὰς τῶν ἀγαθῶν, nam Hectoris mentionem esse factam Aristoteles docet. Ceterum Clytaemestrae memoria ad Polycratem redire videtur (B XXI 8), quod Sauppi coniecturae favet. Cf. etiam Aristoteles 1414 b 36 sq.